Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὦ λέκτρων δύο συγγενεῖς
εὐναί, θνατογενοῦς τε καὶ
800Διός, ὃς ἦλθεν ἐς εὐνὰν
Νύμφας τᾶς Περσηίδος: ὡς
πιστόν μοι τὸ παλαιὸν ἤ-
δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ᾽ οὐκ ἐλπίδι φάνθη,
805λαμπρὰν δ᾽ ἔδειξ᾽ ὁ χρόνος
τὰν Ἡρακλέος ἀλκάν:
γᾶς ὃς ἐξέβα θαλάμων
Πλούτωνος δῶμα λιπὼν
νέρτερον.
κρείσσων μοι τύραννος ἔφυς
810ἢ δυσγένει᾽ ἀνάκτων,
ἃ νῦν ἐσορᾶν ἔφανε
ξιφηφόρων ἐς ἀγώνων
ἅμιλλαν, εἰ τὸ δίκαιον
θεοῖς ἔτ᾽ ἀρέσκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.