previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μεγάρα

60 πρέσβυ, Ταφίων ὅς ποτ᾽ ἐξεῖλες πόλιν
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
ἐγὼ γὰρ οὔτ᾽ ἐς πατέρ᾽ ἀπηλάθην τύχης,
ὃς οὕνεκ᾽ ὄλβου μέγας ἐκομπάσθη ποτέ,
65ἔχων τυραννίδ᾽, ἧς μακραὶ λόγχαι πέρι
πηδῶσ᾽ ἔρωτι σώματ᾽ εἰς εὐδαίμονα,
ἔχων δὲ τέκνα: κἄμ᾽ ἔδωκε παιδὶ σῷ
ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
καὶ νῦν ἐκεῖνα μὲν θανόντ᾽ ἀνέπτατο,
70ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,
οἵ θ᾽ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
οἳ δ᾽ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;
75τί δρᾷ, πόθ᾽ ἥξει; τῷ νέῳ δ᾽ ἐσφαλμένοι
ζητοῦσι τὸν τεκόντ᾽: ἐγὼ δὲ διαφέρω
λόγοισι, μυθεύουσα. θαυμάζων δ᾽ ὅταν
πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,
ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.
80νῦν οὖν τίν᾽ ἐλπίδ᾽ πέδον σωτηρίας
ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
ὡς οὔτε γαίας ὅρι᾽ ἂν ἐκβαῖμεν λάθρᾳ:
φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ᾽ ἐξόδους:
οὔτ᾽ ἐν φίλοισιν ἐλπίδες σωτηρίας
85ἔτ᾽ εἰσὶν ἡμῖν. ἥντιν᾽ οὖν γνώμην ἔχεις
λέγ᾽ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον .

Ἀμφιτρύων

θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε
φαύλως παραινεῖν, σπουδάσαντ᾽ ἄνευ πόνου:
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.

Μεγάρα

90λύπης τι προσδεῖς φιλεῖς οὕτω φάος;

Ἀμφιτρύων

καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.

Μεγάρα

κἀγώ: δοκεῖν δὲ τἀδόκητ᾽ οὐ χρή, γέρον.

Ἀμφιτρύων

ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ᾽ ἄκη.

Μεγάρα

δ᾽ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.

Ἀμφιτρύων

95ἔτ᾽ ἂν γένοιτ᾽, θύγατερ, οὔριος δρόμος
ἐκ τῶν παρόντων τῶνδ᾽ ἐμοὶ καὶ σοὶ κακῶν,
ἔλθοι τ᾽ ἔτ᾽ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
ἀλλ᾽ ἡσύχαζε καὶ δακρυρρόους τέκνων
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
100κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
καὶ πνεύματ᾽ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει:
οἵ τ᾽ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.
ἐξίσταται γὰρ πάντ᾽ ἀπ᾽ ἀλλήλων δίχα.
105οὗτος δ᾽ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι
πέποιθεν αἰεί: τὸ δ᾽ ἀπορεῖν ἀνδρὸς κακοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: