previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε, ἀνῆγον τὰς νέας ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον. ἐπεὶ δὲ ἐγένοντο τῆς Σαμίης πρὸς Καλαμίσοισι, οἳ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην, οἳ δὲ Πέρσαι πυθόμενοι σφέας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπειρον τὰς νέας τὰς ἄλλας, τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν. βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι: [2] οὐ γὰρ ὦν ἐδόκεον ὅμοιοι εἶναι. ἐς δὲ τὴν ἤπειρον ἀπέπλεον, ὅκως ἔωσι ὑπὸ τὸν πεζὸν στρατὸν τὸν σφέτερον ἐόντα ἐν τῇ Μυκάλῃ, ὃς κελεύσαντος Ξέρξεω καταλελειμμένος τοῦ ἄλλου στρατοῦ Ἰωνίην ἐφύλασσε: τοῦ πλῆθος μὲν ἦν ἓξ μυριάδες, ἐστρατήγεε δὲ αὐτοῦ Τιγράνης κάλλεϊ καὶ μεγάθεϊ ὑπερφέρων Περσέων. [3] ὑπὸ τοῦτον μὲν δὴ τὸν στρατὸν ἐβουλεύσαντο καταφυγόντες οἱ τοῦ ναυτικοῦ στρατηγοὶ ἀνειρύσαι τὰς νέας καὶ περιβαλέσθαι ἕρκος ἔρυμά τε τῶν νεῶν καὶ σφέων αὐτῶν κρησφύγετον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus Notes (Reginald Walter Macan)
load focus English (A. D. Godley, 1920)
hide References (16 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: