previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1022α] [1] τὰ δὲ ἄλλα ἤδη κατὰ ταῦτα τῷ ποιεῖν τι τοιοῦτον ἔχειν ἁρμόττειν τούτῳ ἁμῶς γέ πως λέγεσθαι πρὸς τὰ πρώτως λεγόμενα τέλεια.

πέρας λέγεται τό τε ἔσχατον ἑκάστου καὶ οὗ ἔξω μηδὲν [5] ἔστι λαβεῖν πρώτου καὶ οὗ ἔσω πάντα πρώτου, καὶ ἂν εἶδος μεγέθους ἔχοντος μέγεθος, καὶ τὸ τέλος ἑκάστουτοιοῦτον δ᾽ ἐφ᾽ κίνησις καὶ πρᾶξις, καὶ οὐκ ἀφ᾽ οὗὁτὲ δὲ ἄμφω, καὶ ἀφ᾽ οὗ καὶ ἐφ᾽ καὶ τὸ οὗ ἕνεκα), καὶ οὐσία ἑκάστου καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ: τῆς γνώσεως γὰρ τοῦτο [10] πέρας: εἰ δὲ τῆς γνώσεως, καὶ τοῦ πράγματος. ὥστε φανερὸν ὅτι ὁσαχῶς τε ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ πέρας, καὶ ἔτι πλεοναχῶς: μὲν γὰρ ἀρχὴ πέρας τι, τὸ δὲ πέρας οὐ πᾶν ἀρχή.

τὸ καθ᾽ λέγεται πολλαχῶς, ἕνα μὲν τρόπον τὸ εἶδος [15] καὶ οὐσία ἑκάστου πράγματος, οἷον καθ᾽ ἀγαθός, αὐτὸ ἀγαθόν, ἕνα δὲ ἐν πρώτῳ πέφυκε γίγνεσθαι, οἷον τὸ χρῶμα ἐν τῇ ἐπιφανείᾳ. τὸ μὲν οὖν πρώτως λεγόμενον καθ᾽ τὸ εἶδός ἐστι, δευτέρως δὲ ὡς ὕλη ἑκάστου καὶ τὸ ὑποκείμενον ἑκάστῳ πρῶτον. ὅλως δὲ τὸ καθ᾽ ἰσαχῶς καὶ [20] τὸ αἴτιον ὑπάρξει: κατὰ τί γὰρ ἐλήλυθεν οὗ ἕνεκα ἐλήλυθε λέγεται, καὶ κατὰ τί παραλελόγισται συλλελόγισται, τί τὸ αἴτιον τοῦ συλλογισμοῦ παραλογισμοῦ. ἔτι δὲ τὸ καθ᾽ τὸ κατὰ θέσιν λέγεται, καθ᾽ ἕστηκεν καθ᾽ βαδίζει: πάντα γὰρ ταῦτα τόπον σημαίνει καὶ θέσιν. ὥστε καὶ [25] τὸ καθ᾽ αὑτὸ πολλαχῶς ἀνάγκη λέγεσθαι. ἓν μὲν γὰρ καθ᾽ αὑτὸ τὸ τί ἦν εἶναι ἑκάστῳ, οἷον Καλλίας καθ᾽ αὑτὸν Καλλίας καὶ τὸ τί ἦν εἶναι Καλλίᾳ: ἓν δὲ ὅσα ἐν τῷ τί ἐστιν ὑπάρχει, οἷον ζῷον Καλλίας καθ᾽ αὑτόν: ἐν γὰρ τῷ λόγῳ ἐνυπάρχει τὸ ζῷον: ζῷον γάρ τι Καλλίας. ἔτι [30] δὲ εἰ ἐν αὑτῷ δέδεκται πρώτῳ τῶν αὑτοῦ τινί, οἷον ἐπιφάνεια λευκὴ καθ᾽ ἑαυτήν, καὶ ζῇ ἄνθρωπος καθ᾽ αὑτόν: γὰρ ψυχὴ μέρος τι τοῦ ἀνθρώπου, ἐν πρώτῃ τὸ ζῆν. ἔτι οὗ μὴ ἔστιν ἄλλο αἴτιον: τοῦ γὰρ ἀνθρώπου πολλὰ αἴτια, τὸ ζῷον, τὸ δίπουν, ἀλλ᾽ ὅμως καθ᾽ αὑτὸν ἄνθρωπος ἄνθρωπός [35] ἐστιν. ἔτι ὅσα μόνῳ ὑπάρχει καὶ μόνον δι᾽ αὐτὸ κεχωρισμένον καθ᾽ αὑτό.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: