This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
Κατὰ δὲ τὴν Περαίαν Σίμων τις τῶν βασιλικῶν δούλων
εὐμορφίᾳ σώματος καὶ μεγέθει πεποιθὼς περιτίθησιν μὲν ἑαυτῷ
διάδημα, περιιὼν δὲ μεθ᾽ ὧν συνήθροισεν λῃστῶν τά τε ἐν Ἱεριχοῖ
βασίλεια καταπίμπρησιν καὶ πολλὰς ἑτέρας τῶν πολυτελῶν ἐπαύλεις,
ἁρπαγὰς ῥᾳδίως ἐκ τοῦ πυρὸς αὑτῷ ποριζόμενος.
[58]
κἂν ἔφθη
πᾶσαν οἴκησιν εὐπρεπῆ καταφλέξας, εἰ μὴ Γρᾶτος ὁ τῶν βασιλικῶν
πεζῶν ἡγεμὼν τούς τε Τραχωνίτας τοξότας καὶ τὸ μαχιμώτατον
τῶν Σεβαστηνῶν ἀναλαβὼν ὑπαντιάζει τὸν ἄνδρα.
[59]
τῶν μὲν
οὖν Περαίων συχνοὶ διεφθάρησαν ἐν τῇ μάχῃ, τὸν Σίμωνα δ᾽ αὐτὸν
ἀναφεύγοντα δι᾽ ὀρθίου φάραγγος ὁ Γρᾶτος ὑποτέμνεται καὶ φεύγοντος
ἐκ πλαγίου τὸν αὐχένα πλήξας ἀπέρραξε. κατεφλέγη δὲ
καὶ τὰ πλησίον Ἰορδάνου βασίλεια κατὰ βηθαραμινενθα συστάντων
ἑτέρων τινῶν ἐκ τῆς Περαίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.