This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[176]
Οὐεσπασιανὸς δὲ καὶ πρὸς τὸ πανοῦργον τοῦ στρατηγήματος
καὶ πρὸς τὰς τόλμας παρωξύνετο τῶν Ἰωταπατηνῶν:
[177]
πάλιν
γὰρ ἀναθαρσήσαντες ἐπὶ τῷ τειχισμῷ τοῖς Ῥωμαίοις ἐπεξέθεον,
καὶ καθ᾽ ἡμέραν ἐγίνοντο συμπλοκαὶ κατὰ λόχους ἐπίνοιά τε
λῃστρικὴ πᾶσα καὶ τῶν προστυχόντων ἁρπαγαὶ καὶ τῶν ἄλλων
ἔργων πυρπολήσεις,
[178]
ἕως Οὐεσπασιανὸς ἀναπαύσας τὴν στρατιὰν
μάχης διέγνω προσκαθεζόμενος σπάνει τῶν ἐπιτηδείων αἱρεῖν τὴν
πόλιν:
[179]
ἢ γὰρ ἀναγκαζομένους ταῖς ἀπορίαις ἱκετεύσειν αὐτὸν ἢ
μέχρι παντὸς ἀπαυθαδισαμένους διαφθαρήσεσθαι λιμῷ.
[180]
πολύ τε
ῥᾴοσιν αὐτοῖς ἠξίου χρήσεσθαι κατὰ τὴν μάχην, εἰ διαλιπὼν αὖθις
ἐκτετρυχωμένοις ἐπιπέσοι. φρουρεῖν δὴ πάσας αὐτῶν ἐκέλευσεν
τὰς ἐξόδους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.