This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[442]
Καθ᾽ ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν
ἀδύνατον, συνελόντα δὲ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα πεπονθέναι
μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν,
[443]
οἵ γε
τελευταῖον καὶ τὸ γένος ἐφαύλιζον τῶν Ἑβραίων, ὡς ἧττον ἀσεβεῖς
δοκοῖεν πρὸς ἀλλοτρίους, ἐξωμολογήσαντο δ᾽ ὅπερ ἦσαν εἶναι δοῦλοι
καὶ σύγκλυδες καὶ νόθα τοῦ ἔθνους φθάρματα.
[444]
τὴν μέν γε πόλιν
ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δ᾽ ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι
σκυθρωπῷ κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν ἐπὶ τὸν ναὸν βραδῦνον
τὸ πῦρ.
[445]
ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες
οὔτ᾽ ἤλγησαν οὔτ᾽ ἐδάκρυσαν, ἀλλὰ ταῦτα τὰ πάθη παρὰ Ῥωμαίοις
εὑρέθη. καὶ ταῦτα μὲν κατὰ χώραν ὕστερον μετ᾽ ἀποδείξεως
τῶν πραγμάτων ἐροῦμεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.