Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[756β]
χειροτονείτω δὲ τὸ ἱππικὸν αὐτοὺς ἐναντίον ὁρώντων τῶν πεζῶν, δύο δὲ οἷς ἂν πλείστη χειροτονία γίγνηται, τούτους ἡγεμόνας εἶναι πάντων τῶν ἱππευόντων. τὰς δὲ ἀμφισβητήσεις τῶν χειροτονιῶν μέχρι δυοῖν εἶναι: τὸ δὲ τρίτον ἐὰν ἀμφισβητῇ τις, διαψηφίζεσθαι τούτους οἷσπερ τῆς χειροτονίας μέτρον ἑκάστοις ἕκαστον ἦν.βουλὴν δὲ εἶναι μὲν τριάκοντα δωδεκάδας—ἑξήκοντα δὲ καὶ τριακόσιοι γίγνοιντο ἂν πρέποντες ταῖς διανομαῖς—μέρη
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.