Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[762β]
τῶν ἐλαττόνων, ἐὰν μὴ 'θέλωσιν ὑπέχειν, πιστεύοντες τῷ μεθίστασθαι κατὰ μῆνας εἰς ἕτερον ἀεὶ τόπον φεύγοντες ἀποφευξεῖσθαι, τούτων πέρι λαγχάνειν μὲν ἐν ταῖς κοιναῖς δίκαις τὸν ἀδικούμενον, ἐὰν δ᾽ ἕλῃ, τὴν διπλασίαν πραττέσθω τὸν ὑποφεύγοντα καὶ μὴ ἐθελήσαντα ὑποσχεῖν ἑκόντα τιμωρίαν. διαιτάσθων δὲ οἵ τε ἄρχοντες οἵ τ᾽ ἀγρονόμοι τὰ δύο ἔτη τοιόνδε τινὰ τρόπον: πρῶτον μὲν δὴ καθ᾽ ἑκάστους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.