Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[814α]
καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας, εἰ μηδενὸς ἕνεκα, ἀλλ᾽ εἴ ποτε δεήσειε πανδημεὶ πάσῃ τῇ δυνάμει καταλείποντας τὴν πόλιν ἔξω στρατεύεσθαι, τοὺς φυλάξοντας παῖδάς τε καὶ τὴν ἄλλην πόλιν ἱκανοὺς εἶναι τό γε τοσοῦτον, ἢ καὶ τοὐναντίον, ὧν οὐδὲν ἀπώμοτον, ἔξωθεν πολεμίους εἰσπεσόντας ῥώμῃ τινὶ μεγάλῃ καὶ βίᾳ, βαρβάρους εἴτε Ἕλληνας, ἀνάγκην παρασχεῖν περὶ αὐτῆς τῆς πόλεως τὴν διαμάχην γίγνεσθαι, πολλή που κακία
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.