Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[868ε]
τινά τις, ἢ γυνὴ ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι μὲν τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὅ τι τοιοῦτον δράσας, τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ: ἀπειθῶν δὲ ὁ γεννήτωρ ἢ ὁ γεννηθεὶς ἀσεβείας αὖ ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι. καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφήν, ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων ὡσαύτως, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐκγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις—ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων, τούτοις δὲ συνέστιος αὐτοῖς μηδέποτε γιγνέσθω μηδὲ κοινωνὸς ἱερῶν—ἐὰν δέ τις ἀπειθῇ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.