previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὁμηρικὸν τὸοὐκ ἀγαθὸν πολυκοιρανίη,’ καὶ τοὺς διδασκάλους τοὺς πολλοὺς εἰς ἀμαθίαν μᾶλλον φέρειν, προείλετο μὲν διδάσκαλον ἐξ ἁπάντων ὅντινα δὴ καὶ προείλετο, οὐ γὰρ ἔμοιγε εὐπρεπέστατόν ἐστι λέγειν, τούτῳ δ᾽ οὕτως προσέκειτο ὥστε ἅπαντα πράττων ὅσα τὸν φιλομαθέστατον καὶ φιλοστοργότατον προσῆκεν οὐδεπώποτε ἔδοξεν ἑαυτῷ τῆς ἀξίας ἐγγὺς εἶναι. καὶ συνὼν μέν γε οὕτως ἔχαιρεν ὡς μόνον τοῦτον βιώσιμον ὄντα αὑτῷ τοῦ βίου τὸν χρόνον: εἰ δέ τι κωλύσειεν, ἠνιᾶτο μὲν, ᾐτιᾶτο δ᾽ οὐδεπώποτε.

ἀκροώμενος τοίνυν οὕτως σφόδρα τῶν λόγων ἦν ὥστ᾽ οὐκ ἐσχόλαζεν ἐπαινεῖν, ἀλλ᾽ ὥσπερ οἱ διψῶντες σιωπῇ πίνουσιν, οὕτως ἐκείνῳ ἤρκει δέχεσθαι τὰ [p. 129]λεγόμενα, τῷ σχήματι καὶ τῷ νεύματι καὶ τῇ φαιδρότητι τὴν χαρὰν ἐμφανίζοντι, ἣν ἐπὶ τοῖς λόγοις εἶχεν. ἀεὶ δ᾽ ἂν εὗρες αὐτὸν βιβλίον μεταχειριζόμενον, λόγους ποιοῦντα, τὴν μητέρα εὐφραίνοντα οἷς διηγεῖτο, οἷς ἐπεδείκνυτο, πάντως δ᾽ ἐν τούτῳ τῷ σχήματι πᾶν πράττοντα καὶ γραφῇ μιμήσασθαι κάλλιστον ἦν. δὲ τοῖς ἐνταῦθα ἥκουσιν ἡλικίας ἐφ᾽ ἡμέρᾳ καὶ νυκτὶ ἑκάστῃ παίζεται, ταῦτ᾽ ἐκείνῳ καθάπερ μῦθοί τινες ἦσαν. ἀλλὰ γυναικῶν μὲν μία σύσσιτος ἦν μήτηρ, παίδων δὲ εἷς ἀδελφὸς, φίλοι δὲ οἱ ταὐτὰ προῃρημένοι καὶ κατὰ τοὺς αὐτοὺς συνιόντες λόγους: δ᾽ ἔπρεπε καὶ διὰ πάντων. ἄγαλμα δ᾽ ἄν τις ἔφησε τῆς Αἰδοῦς αὐτὸν εἶναι, γε τὰ μὲν πολλὰ σιωπᾶν ἐξήρκει, εἰ δέ τι φθέγγοιτο, ἔδει φλέγεσθαι. οὔκουν ἄλλως γ᾽ ἂν ἤκουσας αὐτοῦ φωνὴν, ἀλλὰ χρῆν ἐρυθριάσαντα εἰπεῖν, εἰπόντα ἐρυθριᾶν: οὕτως ἀθέατος καὶ ἀνήκοος καὶ ἄπειρος ἁπάντων τῶν αἰσχίστων διεβίω. λόγους δὲ καὶ παιδείαν εἶδε μόνα, ὃς καὶ τελευτῶν εἰς ταῦτα ἐτελεύτησεν, πανηγυρικὸν καὶ μελέτας βοῶν. πάντα σὺ κάλλιστε παίδων, τῆς μὲν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: