previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προσηκούσης ἡλικίας οὐκ ἐπιλαβόμενος, τῆς δ᾽ ὑπαρχούσης σεμνότερος καὶ πρεσβύτερος φανεὶς, σὲ ποθοῦσι μὲν ἡλικιωτῶν χοροὶ, ποθοῦσι δὲ πρεσβύτεροι, ποθεῖ δὲ τὰ μέγιστα ἐπὶ σοὶ πόλις ἐλπίσασα, ἣν σὺ πρώην πρῶτα δὴ καὶ τελευταῖα εὔφρανας. μητρὶ δὲ ποῖαι νύκτες, τίνες ἡμέραι λοιπὸν, πρὶν μὲν ὡς καλλίπαις ᾔδετο, νῦν δ᾽ ἐξελήλεγκται ὡς δυστοκήσασα. κύκλοι μὲν ὀφθαλμῶν [p. 130] ἐκείνων κεκλειμένοι τὸν ἅπαντα ἤδη χρόνον, κεφαλὴ δὲ πρότερον χαριεστάτη νῦν ἐν κόνει. χεῖρες δὲ ἀφανεῖς. πόδες οἷον φέροντες τὸν δεσπότην ὑπεδώκατε. νυμφίου τ᾽ ἐλεινότερος ἄρτι καομένου καὶ στεφάνοις μᾶλλον πρέπων θρήνοις, οἵαν ἐν ὥρᾳ τὴν ἀωρίαν ἐκίνησας, ὡς πρὶν ὑμέναιον ᾀσθῆναί σοι καιρὸν εἶναι τοὺς θρήνους ᾁδειν κατέλαβεν. σχῆμα κάλλιστον. φθέγμα κοινὸν τοῖς Ἕλλησιν αὐξανόμενον, οἴχει δὴ προοιμιασάμενος, τοσοῦτον εὐφράνας ὅσον λυπῆσαι μειζόνως. ἐπέρχεταί μοι τὸ τοῦ Πινδάρου προσθεῖναι, Ἄστρα τε καὶ ποταμοὶ καὶ κύματα πόντου τὴν ἀωρίαν τὴν σὴν ἀνακαλεῖ. τοῦ δευτέρου πτώματος, οἷος ἐφ᾽ οἵῳ τῷ νέῳ κεῖσαι. τῆς ἐπιθήκης, οἷον αὖ τὸ δεύτερον ἡμῖν ἔσεισεν. τοῦ τραγικοῦ [p. 131] δαίμονος, ὃς προδείξας ἀρτίως βουλευτήρια καὶ λόγους καὶ ζῆλον καὶ χαρὰν πόρρω τούτων ἐν βραχεῖ τὸ δρᾶμα κατέκλεισεν. συμφοραὶ κοιναὶ λογίων καὶ χθονίων θεῶν. τί ποτε καὶ ἀποκρίνωμαι πρὸς τὰ ψηφίσματα; τοῦτο ὅτι Ἐτεωνεὺς οἴχεται παρὰ τοὺς κρείττονας; δεξιώτατε παίδων, οἷόν σοι πέμπω βιβλίον, οἵων τὰ νῦν ἀπολαύεις λόγων.

ἀλλὰ γὰρ ὥσπερ ἐν τραγῳδίᾳ τινὶ ὡς ἀληθῶς μεταξὺ τῶν ὀδυρμῶν δοκῶ μοι κατακούειν φωνῆς ἀπὸ μηχανῆς θεοῦ τινος μεταβάλλοντος τὸν θρῆνον εἰς εὐφημίαν, ὡδὶ λέγοντος, παύσασθε ἄνθρωποι, οὐκ οἰκτρὸς παῖς, μᾶλλον δὲ ἀνὴρ, οὐδὲ ἐλεεῖσθαι δίκαιος τῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: