previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πορείας ἣν ἐστείλατο, ἀλλ᾽ εἴπερ τις ἄλλος ἔχει καλῶς γε δὴ τὰ ἀνθρώπεια. οὐ γὰρ Κωκυτὸς οὐδὲ Ἀχέρων τοῦτόν γε εἰλήφασιν, οὐδὲ θήκη κρύψει παραλαβοῦσα, ἀλλ᾽ εὐκλεὴς καὶ ἀγήρως ἤδη τὸν λοιπὸν ἅπαντα χρόνον περίεισιν ἥρως, Κυζίκου πάρεδρος, τιμηθεὶς ὑπὸ Ἀπόλλωνος πατρῴου κατὰ ταῦτα Ἀμύκλᾳ καὶ Ναρκίσσῳ καὶ Ὑακίνθῳ καὶ εἰ δή τις ἄλλος ἐπὶ εἴδει καλῷ κρείττονα κατ᾽ ἄνθρωπον ἀρετὴν ἐκτήσατο. ἑτέραις οὖν ἤδη τιμαῖς αὐτὸν τιμητέον καὶ ἑτέρως παραπεμπτέον, ὡς κρείττω δακρύων ὄντα καὶ τὴν ἀποικίαν οὐκ ἄνευ θείας μοίρας πεποιημένον. πάντως δὲ μὲν τελευτὴ κοινὸς ἅπασιν ὅρος πρόκειται, τὸ δὲ τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα μετ᾽ εὐκλείας καταλῦσαι θεοῖς τε καὶ ἀνθρώποις ἄμεμπτον. τοῦτο δὲ οὐκ ἐπὶ πάντας, ἀλλ᾽ ὀλίγοις δή τισι τῶν πάντων ἀπεδόθη. βίος δὲ πᾶς ἀνθρώπου βραχὺς καὶ οὐ [p. 132] πολλοῦ τινος ἄξιος εἰς ἀριθμοῦ λόγον, ἀλλ᾽ ἐάν τε Ἀργανθώνιον ἐάν τε Τιθωνὸν λέγῃ τις ἐάν τε τὸν τὰς τρεῖς γενεὰς διαρκέσαντα Νέστορα τὸν Πύλιον, πάντας τούτους τοὺς χρόνους συνθεὶς εὑρήσεις ἔλαττον μέρος ὄντας τοῦ παντὸς αἰῶνος ὅσον εἰπεῖν. οὐ δεῖ δὴ φιλοψυχεῖν οὐδὲ τὴν εὐδαιμονίαν τούτῳ μετρεῖν, εἴ τις ὡς πλεῖστα ἔσχε πράγματα, οὐδ᾽ εἴ τις τοῦ μακροῦ γήρως ἀπέλαυσεν, οἷα δὴ ἀπολαύειν εἰώθασιν ἄνθρωποι, ἀλλ᾽ ἡγεῖσθαι τούτῳ κάλλιστ᾽ ἔχειν ὅστις τὴν δοθεῖσαν ἑαυτῷ τοῦ βίου μοῖραν ἐν τοῖς καλλίστοις ἐξέπλησε καὶ ὅστις ὥσπερ ποιητὴς ποθούντων ἀκούειν ἔτι καὶ ὁρᾶν κατέλυσε τὸ δρᾶμα. ὁδὶ δὲ εὐδαίμων τε καὶ ζηλωτὸς ἅπασι καὶ νεωτέροις καὶ πρεσβύταις πορεύεται, τοσαῦτα ἀπολαύσας τοῦ βίου, ἐφ᾽ οἷς μόνοις εὐκτὸν ἦν γεννᾶσθαι, ἀπαθὴς κακῶν, ἄπειρος πραγμάτων, εὐκλεὴς, ἐν λόγοις καὶ μαθήμασι καὶ ἐπαίνοις τραφεὶς, ἀπὸ τῆς φίλης καὶ ὁμοσκήνου μητρὸς, στειλάμενος παρὰ τὴν ἀρχαίαν μητέρα. εἰ δέ τῳ μὴ ἱκανῶς δοκεῖ τῆς δόξης ἀπολαῦσαι, ἀναπληροῦν χρὴ νῦν ἐπικοσμοῦντας ὡς ἥρωα. ἀπόντων δὲ ἐν ἀσφαλεῖ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: