Pythian 11
ΘΡΑΣΥΔΑΙΩι ΘΗΒΑΙΩι
ΠΑΙΔΙ ΣΤΑΔΙΕΙ
Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,
Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,
ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ
ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων
5θησαυρόν, ὃν περίαλλ᾽ ἐτίμασε Λοξίας,
[10] Ἰσμήνιον δ᾽ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,
ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων
στρατὸν ὁμαγερέα καλεῖ συνίμεν,
ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν
10γᾶς ὀμφαλὸν κελαδήσετ᾽ ἄκρᾳ σὺν ἑσπέρᾳ,
ἑπταπύλοισι Θήβαις
[20] χάριν ἀγῶνί τε Κίρρας,
ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν
τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών,
15ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα
νικῶν ξένου Λάκωνος Ὀρέστα.
τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας
χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,
ὁπότε Δαρδανίδα κόραν Πριάμου
20 [30] Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ
ψυχᾷ πόρευσ᾽ Ἀχέροντος ἀκτὰν παρ᾽ εὔσκιον
νηλὴς γυνά. πότερόν νιν ἄρ᾽ Ἰφιγένει᾽ ἐπ᾽ Εὐρίπῳ
σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
25 [40] ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
ἔχθιστον ἀμπλάκιον καλύψαι τ᾽ ἀμάχανον
ἀλλοτρίαισι γλώσσαις:
κακολόγοι δὲ πολῖται.
ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον:
30ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
[50] μάντιν τ᾽ ὄλεσσε κόραν, ἐπεὶ ἀμφ᾽ Ἑλένᾳ πυρωθέντων
Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δ᾽ ἄρα γέροντα ξένον
35Στρόφιον ἐξίκετο, νέα κεφαλά,
Παρνασοῦ πόδα ναίοντ᾽: ἀλλὰ χρονίῳ σὺν Ἄρει
πέφνεν τε ματέρα θῆκέ τ᾽ Αἴγισθον ἐν φοναῖς.
ἦ ῥ᾽, ὦ φίλοι, κατ᾽ ἀμευσιπόρους τριόδους ἐδινήθην,
[60] ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν: ἤ μέ τις ἄνεμος ἔξω πλόου
40ἔβαλεν, ὡς ὅτ᾽ ἄκατον εἰναλίαν;
Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
φωνὰν ὑπάργυρον, ἄλλοτ᾽ ἄλλᾳ ταρασσέμεν
ἢ πατρὶ Πυθονίκῳ
τό γέ νυν ἢ Θρασυδαίῳ:
45τῶν εὐφροσύνα τε καὶ δόξ᾽ ἐπιφλέγει.
[70] τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,
Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις:
Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν
50Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,
δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.
τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ
[80] ὄλβῳ τεθαλότα, μέμφομ᾽ αἶσαν τυραννίδων:
ξυναῖσι δ᾽ ἀμφ᾽ ἀρεταῖς τέταμαι. φθονεροὶ δ᾽ ἀμύνονται
55ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν
ἀπέφυγεν: μέλανος ἂν ἐσχατιὰν
καλλίονα θανάτου στείχοι, γλυκυτάτᾳ γενεᾷ
[90] εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.
ἅ τε τὸν Ἰφικλείδαν
60διαφέρει Ἰόλαον
ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,
σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,
τὸ μὲν παρ᾽ ἆμαρ ἕδραισι Θεράπνας,
τὸ δ᾽ οἰκέοντας ἔνδον Ὀλύμπου.