Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκέρασε καὶ συνέζευξεν, ἵν᾽ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν
ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ ‘πεῖσμα’
μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς
πράγμασιν ‘ἀγκυρηβόλιον σάλου καὶ πλάνης,’ ὥς φησι Δημόκριτος. ὡς γὰρ οἱ φυσικοὶ τὸν
[p. 326]
κόσμον λέγουσιν οὐκ εἶναι πάλαι κόσμον οὐδ᾽ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων καὶ
διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις
καὶ περιπλοκάς, τῶν δ᾽ ἀδροτέρων καὶ
συνεστηκότων