Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ
πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων
[p. 346] ἀπολωλότων, αὐτὴ χρῄζουσα κουφισμοῦ,
περιέστειξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δ᾽ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει
ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρ᾽ αὐτῷ ὀκλάσασα τοῖς βρέφεσι παρέσχε. μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον