Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σωτηρίας ἀρχὴν παρέσχε καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ
Σερουιλίους καὶ Ποστουμίους καὶ Παπιρίους, τῶν
αὖθις οἴκων γενάρχας, παρ᾽ οὐδὲν ἥκοντας
ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ καὶ τῆς πατρίδος ἀμύνεσθαι. εἰ δέ, ὥσπερ Πολύβιος
ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαιων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν, ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι
τὰ οἴκοι ὑπὸ τῶν προσοίκων βαρβάρων
ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων ἀνεχώρησαν