Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δέδιθι,θι, μηδέν, ἀλλ᾽
ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία
καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις
καὶ τὴν Καίσαρος Τύχην.’ οὕτως ἐπέπειστο τὴν
Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν
ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς
βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ
τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ
μὴ μιανθῇ.
τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δ᾽
ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα