previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[348]

Δόξαν δ᾽ ἐπανεῖναι πρὸς ὀλίγον τὴν πολιορκίαν καὶ διωρίαν βουλῆς τοῖς στασιασταῖς παρέχειν, εἴ τι πρὸς τὴν καθαίρεσιν ἐνδοῖεν τοῦ δευτέρου τείχους καὶ τὸν λιμὸν ὑποδείσαντες, οὐ γὰρ εἰς πολὺ τὰς ἁρπαγὰς αὐτοῖς ἐξαρκέσειν, εἰς δέον κατεχρῆτο τὴν ἄνεσιν: [349] ἐνστάσης γὰρ τῆς προθεσμίας, καθ᾽ ἣν ἔδει διαδοῦναι τοῖς στρατιώταις τροφάς, ἐν ἀπόπτῳ τοῖς πολεμίοις ἐκέλευσε τοὺς ἡγεμόνας ἐκτάξαντας τὴν δύναμιν ἀπαριθμεῖν ἑκάστῳ τἀργύριον. [350] οἱ δέ, ὥσπερ ἔθος, ἀποκαλύψαντες τὰ ὅπλα θήκαις ἐσκεπασμένα τέως κατάφρακτοι προῄεσαν καὶ τοὺς ἵππους ἄγοντες οἱ ἱππεῖς κεκοσμημένους. [351] ἐπὶ πλεῖστον δὲ τὰ πρὸ τῆς πόλεως ἀργύρῳ καὶ χρυσῷ περιελάμπετο, καὶ τῆς ὄψεως ἐκείνης οὐδὲν οὔτε τοῖς σφετέροις ἐπιτερπέστερον οὔτε τοῖς πολεμίοις παρέστη φοβερώτερον. [352] κατεπλήσθη γὰρ ἀφορώντων τό τε ἀρχαῖον τεῖχος ἅπαν καὶ τοῦ ἱεροῦ τὸ βόρειον κλίμα, τάς τε οἰκίας μεστὰς ἦν προκυπτόντων ἰδεῖν, καὶ τῆς πόλεως οὐδὲν μὴ κεκάλυπτο πλήθει διεφαίνετο. [353] κατάπληξις δὲ δεινὴ καὶ τοῖς τολμηροτάτοις ἐνέπεσε τήν τε δύναμιν ἐπὶ ταὐτὸ πᾶσαν ὁρῶσι καὶ τὸ κάλλος τῶν ὅπλων καὶ τὴν εὐταξίαν τῶν ἀνδρῶν: [354] δοκοῦσί τε ἄν μοι πρὸς ἐκείνην οἱ στασιασταὶ μεταβαλέσθαι τὴν ὄψιν, εἰ μὴ δι᾽ ὑπερβολὴν ὧν τὸν δῆμον ἔδρασαν κακῶν συγγνώμην παρὰ Ῥωμαίοις ἀπήλπιζον. [355] ἀποκειμένου δὲ τοῦ μετὰ κολάσεως, εἰ παύσαιντο, πολὺ κρείττονα τὸν ἐν πολέμῳ θάνατον ἡγοῦντο. καὶ τὸ χρεὼν δ᾽ ἐκράτει τούς τε ἀναιτίους τοῖς αἰτίοις συναπολέσθαι καὶ τῇ στάσει τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: