previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπιεικέστεροι Ἡσιόδου μάθε, ἐπειδή γε ἀναγκάζεις. μὲν μεταξὺ τὸν ὕμνον ποιῶν ταῖς θεαῖς τοῦτο ἐντέθεικε τὸ ἔπος, ἐγκώμιον ὡς εἰπεῖν ἑαυτοῦ: ἡμεῖς δὲ τοὺς εἰς τὴν θεὸν λόγους καθαροὺς καθαρῶς ἐξεργασάμενοι μικρόν τι [p. 498] περὶ ἡμῶν αὐτῶν ἄγραφον παρεφθεγξάμεθα. καὶ οὐχ ἁπλῶς γε οὑτωσὶ ὅτι τὴν ᾠδὴν ἔλαβε παρὰ τῶν Μουσῶν εἰπὼν ἀπαλλάττεται Ἡσίοδος οὐδ᾽ ἐπὶ τῇ προτέρᾳ προσθήκῃ περὶ τῆς ᾠδῆς ὡς εἴη καλὴ, ἀλλ᾽ οὕτως ἀλαζὼν καὶ φιλότιμος ἦν ὥστε καὶ σκῆπτρόν φησι λαβεῖν παρ᾽ αὐτῶν. τοῦτο δ᾽ αὐτῷ τι βούλεται πλέον νοήσειεν ἂν ἀργὸς ἀκροατής. ἀνένεγκε δὲ εἰς Ὅμηρον τί περὶ τοῦ σκήπτρου λέγει,
νῦν δέ μιν υἷες Ἀχαιῶν
ἐν παλάμῃς φορέουσι δικασπόλοι.
κἀγὼ, φησὶν Ἡσίοδος, τὸ τῶν Μουσῶν μέρος εἰμὶ τούτων εἷς. ἐν ὑπερβολῇ δὲ σεμνύνων τὰ αὑτοῦ τί φησί; ‘δρέψασθαι θηητόν:’ ὡς οὐδὲ τὸν τυχόντα κλαδίσκον λαβὼν, ἀλλὰ πολλῶν ὄντων τὸν μάλιστα περίβλεπτον εἶναι σκῆπτρον Ἡσιόδῳ. καὶ οὐδ᾽ ἐνταῦθα ἔστη τῆς ὕβρεως, ἀλλ᾽ ὥσπερ σὲ ῥηγνὺς ἐξεπίτηδες προστίθησινἐνέπνευσαν δέ μοι αὐδήν.’ καὶ τοῦ μὲν ἔπους ἐτελεύτησε, τοῦ δ᾽ ἐγκωμίου οὐδὲν μᾶλλον, ἀλλὰ καὶ θεσπεσίην πάλιν αὖ προσέθηκε, καὶ τό γ᾽ ἔτι κάλλιον, ὥσπερ οἱ πανταχῆ περιττοὶ τῶν σοφιστῶνἵνα κλείοιμι τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα.’ τοῦτο δ᾽ ἐστὶ τί; τὰς Μούσας φησὶν ὑμνεῖν τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα, καὶ ταύτην εἶναι φύσιν αὐτῶν. κἀγὼ οὖν, φησὶν, ὑμνῶ ταῦτα ἅπερ αἱ Μοῦσαι. ἐὰν οὖν σοι δοκῇ ταῦτα διαγράφειν Ἡσιόδου, καὶ ἡμεῖς τὴν ἐπιτίμησιν δεξόμεθα. δείξεις δὲ δή που πρότερον ὡς ἀντάξιος εἶ τῶν ἐπῶν.

φέρε δὴ πάλιν ἐπανέλθωμεν ἐπὶ τοὺς ἄνδρας περὶ ὧν διαλέγονται. οὔκουν δοκεῖ σοι σαφέστατα ἀνθρώπων Ὅμηρος πεποιηκέναι τὸν Ἀχιλλέα λέγοντα εἰς αὑτὸν ἄλλα τε δὴ καὶ εἰσάπαξ οὕτως; [p. 499]

ἀλλ᾽ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
[ἄν τε σὺ βούλῃ, φησὶν, ἄν τε μή: κἂν ἔτι κάκιον νῦν διαφθαρῇ]
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: