previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀχιλλέα μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδ᾽ ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην, ἐν οἷς Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι
ἐν πολέμῳ, ἀγορῇ δέ τ᾽ ἀμείνονές εἰσι καὶ ἄλλοι.
ἔχων οὖν ἐνέχυρον Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ: ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον.

τὸ δὲ ἔτι κάλλιον, γὰρ Νέστωρ οὐδ᾽ ὠμογέρων τις ἔτι ὢν, ἀλλ᾽ οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστ᾽ αὐτῷ

δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων [p. 501]
ἐφθίαθ᾽, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾽ ἐγένοντο,
μετὰ δὲ τριτάτοισιν ἄνασσεν:
οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδ᾽ αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλ᾽ ἐστὶν ὅμοιος ἁπανταχοῦ: ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν δι᾽ ἐκείνων σεμνύνων: ὥστ᾽ οὐδ᾽ ἀπεκρύψατο αὐτὸ, ἀλλ᾽ εἶπεν ἄντικρυς
καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ,
ὄντες, φησὶ, τοιοῦτοι. τὸ δ᾽ ἔτι μεῖζον
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
τηλόθεν ἐξ Ἀπίης γαίης: καλέσαντο γὰρ αὐτοί.
δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτιτηλόθεν ἐξ Ἀπίης γαίης,’ ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δ᾽ ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸκαὶ μαχόμην κατ᾽ ἐμαυτὸν ἐγώ,’ φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτοκαὶ μαχόμηνἔφηκατ᾽ ἐμαυτόν,’ οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τ᾽ ἐκείνων προκριθῆναί φησι καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: