previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδ᾽ ἂν πηδῶν ᾐσχυνόμην, τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα;

ἐγὼ τοίνυν ὑπερβολὴν ἔτι ποιήσομαι: ἔστω ταῦτα πάντα ἄρρητα: ἐκεῖνο πρὸς θεῶν ἔχεις εἰπεῖν, ὡς ἄρα [p. 533] χρείας μὲν οὐδεμιᾶς ἕνεκα οὐδὲν ἔδρων, τηνάλλως δὲ σοφιστοῦ νόμῳ καὶ χαυνότητι ταῦτα ἐκομψευόμην καὶ σχήματος ἕνεκα; οὐ πάντες ἐμοὶ συνίσασιν ὅσον τούτων χωρὶς εἰμί; οὐ πᾶν ἕτερον τὸ ἡμέτερον; οὐκ ἐπ᾽ ἔσχατον μὲν ἀληθείας ἥκοντας τοὺς λόγους ἐκ τῶν δυνατῶν ὁρᾶτε, ἐπ᾽ ἔσχατον δ᾽ ἀληθείας πᾶσαν τὴν περὶ αὐτῶν βουλὴν ἅπαντες ὁρᾶτε; ποίαν χειρῶν ἐγὼ κίνησιν, χειλῶν παραγωγὴν ἐξεπίτηδες περαιτέρω τοῦ μετρίου νενόμικα; ποῖον ἐσθῆτος σχῆμα λυπηρόν; ὥσπερ ἤδη τινὲς αὑτοὺς ἀπέκρυψαν τοῖς ἱματίοις, ἴσως μὲν τιμήσαντες τῆς ἀξίας αὑτοῖς: ἐγὼ δ᾽ οὒ, καίτοι πλείονος σκέπης κατὰ τοὺς πολλοὺς δεόμενος, ὅμως τὸ πρόβλημα τοῦτο ἔφυγον. ἀλλὰ ἄλλο τι τοιοῦτον πώποτε ἐπλασάμην; ἀλλὰ ὀρχοῦμαι δίπτυχα, ὥσπερ ἕτεροί τινες; ἀλλὰ προσήκει μοί τι κακῶν ἀλλοτρίων; ἀλλ᾽ εἰς τοσοῦτον ἥκει μοι σχολῆς; ἀλλ᾽ ἔμοιγε ἱκανὸν, ἂν περὶ αὐτοὺς τοὺς λόγους καὶ τἀναγκαῖα πραγματευόμενος οἷός τε διαγίγνεσθαι, μηδὲν ἐπακτὸν κακὸν ἐμαυτῷ προστιθέμενος. οὐκοῦν ἁφθεὶς ὑπὸ τοῦ λόγου ταῦτ᾽ ἔλεγον. ὥστ᾽ εἰ ὅτι μάλιστα μὴ δεῖ μὲν παραληρεῖν, ὡς σὺ φῂς, ἐκ δὲ τῆς τοῦ λόγου ῥύμης καὶ τὸ τοιοῦτον ἐπέρχεται, τί τῆς ἀδυνάτου συμβουλῆς πλέον; ὥσπερ ἂν εἴ τινα ὑπὸ πνεύματος ἁρπασθέντα ἐν τῇ θαλάττῃ σὺ κελεύοις ἀτρεμεῖν καὶ μένειν, ἀπὸ τῆς ἀκτῆς λέγων, ὁρᾷς, [p. 534] ἐγὼ κάθημαι σιωπῇ. καί μοι δοκεῖς κατὰ τὴν παροιμίαν τὸν ὑπὸ τῆς ἐχίδνης δηχθέντα αἰτιᾶσθαι, μηδεπώποτ᾽ αὐτὸς δηχθείς. ταῦτα δ᾽ ἄν σου Φιλοκτήτης τοῦ Ποίαντος οὐκ ἠνείχετο ἀκούων. ἀλλὰ γὰρ ἴσως ᾠήθης με τούτων ἕνα τῶν σοφιστῶν εἶναι, οὓς οἱ προσαγωγεῖς νουθετοῦσι καλῶς ποιοῦντες. ἔγωγ᾽ οὖν ἤδη ποτὲ εἶδον σοφιστὴν μεταξὺ λέγοντα ὑπὸ προσαγωγέως ἐξαγόμενον οὕτως ὡς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: