previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς, [p. 526] τὰ κράτιστα τῆς σωφροσύνης ἀνεῖται. ἤκουσας δέ που καὶ Ὁμήρου περὶ ἀγωνιστῶν λέγοντος
μαίνετο δ᾽ ὡς ὅτ᾽ Ἄρης ἐγχέσπαλος, ὀλοὸν πῦρ
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης,
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο:
καὶ οἶσθα δὴ τἀπὶ τούτοις, ἵνα σοι καὶ χαρίσωμαι. νὴ Δί᾽ ἀλλὰ βάρβαρος οὗτος καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος. τὸν δ᾽ ἕτερον τί φῶμεν, τὸν κάλλιστον τῶν Ἀχαιῶν; οὐκ ἀναμνησθήσει πῶς αὖ καὶ τοῦτον ὁπλίζει μετὰ τὴν ἀπόρρησιν τῆς μήνιδος;
ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεὺς,
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε: τὼ δέ οἱ ὄσσε
λαμπέσθην ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
δῦν᾽ ἄχος ἄτλητον: δ᾽ ἄρα Τρωσὶν μενεαίνων
δύσατο δῶρα θεοῦ.
ὁρᾷς ὅτι πάντα ὁμοῦ τῷ ἀνδρὶ προστίθησιν, ὀδόντων κρότον, πῦρ ἐν ὀφθαλμοῖς, ὀργὴν εἰς τοὺς πολεμίους, λύπην ἐπὶ τῇ συμφορᾷ, καλλωπισμὸν εἰς τοὺς συστρατιώτας. Ἐνυοῦς μὲν δὴ καὶ Ἐνυαλίου χορευταὶ τοῦτον ἵστανται τὸν τρόπον, οὔτε τὴν γνώμην ἀτρεμεῖν δυνάμενοι, πολὺ δὲ ἧττον ἔτι τὼ χεῖρε ἀτρεμίζοντες, κινεῖται δὲ ἄτοπόν τινα κίνησιν καὶ τὰ χείλη καὶ πᾶν μέρος τοῦ σώματος, καί τις αὐτοὺς θαυμαστὴ κατέχει κρᾶσις λύπης, ὀργῆς, ἐπιθυμίας, λογισμοῦ: οἳ κἂν εἰς λόγους ἔρχωνται, μεταξὺ τῶν ἔργων τοιαυτὶ λέγουσινἆσσον ἴθικαὶ

δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι: τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας [p. 527] ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερ᾽ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλ᾽ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα; ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: