previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἈΠΟΤΙΜΗΤΑΙ καὶ ἈΠΟΤΙΜΗΜΑ καὶ ἈΠΟΤΙΜΑΝ καὶ τὰ ἀπ̓

ἈΠΟΤΙΜΗΤΑΙ καὶ ἈΠΟΤΙΜΗΜΑ καὶ ἈΠΟΤΙΜΑΝ καὶ τὰ ἀπ̓ αὐτῶν. οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο: ἔδει δὲ τὸν ἄρχοντα ἐπιπέμπειν τινὰς ἀποτιμησομένους τὰ ἐνέχυρα. τὰ μὲν οὖν ἐνέχυρα τὰ ἀποτιμώμενα ἐλέγοντο ἀποτιμήματα, οἱ δὲ πεμπόμενοι ἐπὶ τῷ ἀποτιμήσασθαι ἀποτιμηταὶ, τὸ δὲ πρᾶγμα ἀποτιμᾶν. εἰώθεσαν δὲ καὶ οἱ τότε, εἰ γυναικὶ γαμουμένῃ προῖκα διδοῖεν οἱ προσήκοντες, αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἄξιον, οἷον οἰκίαν χωρίον. ἐλέγετο δὲ μὲν δοὺς τὸ ἀποτίμημα ἐνεργητικῶς ἀποτιμᾶν, δὲ λαβὼν ἀποτιμᾶσθαι. δ̓ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ὀφλημάτων: Δημοσθένης ἐν τῷ κατ̓ Ὀνήτορος β καὶ Λυσίας ἐν τῷ πρὸς Διογένην ὑπὲρ μισθώσεως οἴκου, εἰ γνήσιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: