previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ῬΑΙΣΑΣ

ἀντὶ τοῦ ῥᾷον ἔχων ἐκ τῆς νόσου Δημοσθένης Φιλιππικοῖς.

ῬΗΝΑΙΑ

Ὑπερείδης Δηλιακῷ. ἔστι δὲ νῆσος πλησίον Δήλου.

ῬΗΤΟΡΙΚΗ ΓΡΑΦΗ

Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην. ἔοικε ῥητορικὴ γραφὴ καλεῖσθαι κατὰ ῥήτορος γράψαντός τι εἰπόντος πράξαντος παράνομον, ὥσπερ λέγεται καὶ πρυτανικὴ κατὰ πρυτάνεως καὶ ἐπιστατικὴ κατ̓ ἐπιστάτου. ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ κατὰ τῶν ῥητόρων γραφαὶ εἰσάγονται, ὡς Ἀντιφῶν ἐν τῷ κατὰ πρυτάνεως, εἰ γνήσιος, ὑποσημαίνει.

ῬΙΝΩΝ

Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ὄνομα κύριον.

ῬΟΔΟΓΟΤΝΗ

γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δαρείου μήτηρ.

ῬΟΔΩΝΙΑ

Δημοσθένης ἐν τῷ περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων. ῥοδωνιά ἐστιν τῶν ῥόδων φυτεία, ὥσπερ ἰωνιὰ τῶν ἴων, ὡς Ἑκαταῖος ἐν α περιηγήσεως δηλοῖ.

ῬΟΘΙΟΝ

Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν. τοὔνομα παρὰ πολλοῖς καὶ παῤ Ἀριστοφάνει ἐν Ἱππεῦσι καὶ Θουκυδίδῃ ἐν δ.

ῬΟΠΤΡΟΝ

Λυσίας κατ̓ Ἀνδοκίδου ἀσεβείαςἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ.’ νῦν τὸν τῆς θύρας κρίκον λέγει, ὡς καὶ ἄλλοι, Ἀριστοφάνης Ἀμφιάρεῳ, Ξενοφῶν Ἑλληνικῶν ς.

ῬΥΤΑ

συνεσταλμένως εἶδός ἐστι ποτηρίου: Δημοσθένης κατὰ Μειδίου. ἐκτεταμένως τὰ παῤ ἡμῖν λεγόμενα ὁμοίως Κρατῖνος ἐν Ὥραις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: