previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΘΑΡΓΗΛΙΑ

Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. ἑορτή ἐστι τὰ Θαργήλια, ἄγεται δὲ Θαργηλιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος.

ΘΕΜΕΝΟΣ ΤΑ ΟΠΛΑ

ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ Ὅμηροςκρατὶ δ̓ ἐπ̓ ἰφθίμῳ κυνέην θέτο.’ καὶ Αἰσχίνης κατὰ Τιμάρχου φησὶνἄνθρωπε, τῇ πόλει ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι.’

ΘΕΜΙΣΤΕΥΕΙΝ

ἀντὶ τοῦ χρησμῳδεῖν Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος. ὅτι δὲ γέγονε τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος Αἰσχύλος ἀρχόμενος τῶν Εὐμενίδων φησίν.

ΘΕΜΙΣΩΝ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον. οὗτος ἐτυράννησεν.

ΘΕΟΓΕΙΤΩΝ

Δημοσθένης ἐν τῷ αὐτῷ. ἔνιοι δὲ τοῦτον Θεογένην ὠνόμασαν, ὡς καὶ Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.

ΘΕΟΓΝΙΣ

Λυσίας ἐν τῷ κατ̓ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παῤ Ἀθηναίοις λ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν β Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις: οὗτος δ̓ ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων: αὐτὸς γάρ φησιν ποιητὴς μὴ ἐπιστήσας Πλάτων ἐν α Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι.

ΘΕΟΙΝΙΟΝ

Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον: τὸν γὰρ Διόνυσον θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν α Συναγωγῶν.

ΘΕΟΚΡΙΝΗΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος λοιδορούμενος Αἰσχίνῃ φησὶτραγικὸς Θεοκρίνης.’ βούλεται δὲ λέγειν αὐτὸν συκοφάντην, ἐπειδὴ Θεοκρίνης τοιοῦτος, ὡς ἔστι δῆλον ἐκ τοῦ κατὰ Θεοκρίνου, εἴτε Δημοσθένους ἐστὶν εἴτε Δεινάρχου οὗτος λόγος: τὸν γοῦν πάλαι μὲν ὑποκριτὴν τραγικὸν, ὕστερον δὲ συκοφάντην εἰκότως ὠνόμασε τραγικὸν Θεοκρίνην.

ΘΕΡΑΠΝΑΙ

Ἰσοκράτης Ἑλένῃ. τόπος ἐστὶν ἐν Λακεδαίμονι Θεράπναι, οὗ μνημονεύει καὶ Ἀλκμὰν ἐν α.

ΘΕΡΜΑΝ

Αἰσχίνης ἐν τῇ παραπρεσβείας ἀπολογίᾳ. Θρᾴκιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβ φησίν.

ΘΕΡΜΟΠΥΛΑΙ

Ἰσοκράτης Πανηγυρικῷ. ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι: Φιλέας δέ φησιν ἐν γῆς περιόδῳ Θερμοπύλας κληθῆναι, ἐπεὶ ἐκεῖ Ἀθηνᾶ θερμὰ λουτρὰ τῷ Ἡρακλεῖ ἐποίησε.

ΘΕΡΣΑΝΔΡΟΣ

Αἰσχίνης κατὰ Τιμάρχου. ὅτι παιδεραστὴς οὗτος σφοδρὸς καὶ Ἀριστογείτων ἐν τῷ κατὰ Τιμάρχου δηλοῖ.

ΘΕΣΘΛΙ

ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα, ἀντὶ δὲ τοῦ προσέσθαι καὶ κυρῶσαι νόμον Δημοσθένης: ἐπὶ γὰρ τῶν νόμων λέγεται ὡς ἔθηκε μὲν νομοθέτης, ἔθετο δὲ δῆμος: Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησὶνἑαυτῷ νόμους ἰδίους θέμενον,’ μήποτε ἀντὶ τοῦ θέντα.

ΘΕΣΜΟΣ

ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός, καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα οὕτω κέκληκεν Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους.

ΘΕΣΜΟΘΕΤΑΙ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος. ἀρχή τίς ἐστιν Ἀθήνησιν τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον: θεσμοὶ δὲ ἐκαλοῦντο οἱ νόμοι, ὡς προείπομεν. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ̓ ἐνιαυτὸν ἕκαστον εἴρηκεν Αἰσχίνης τε ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Θεόφραστος ἐν γ Νόμων. δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράττουσιν.

ΘΕΤΗΣ

μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα, οὐχ ὡς Δίδυμος τὸν εἰσποιησάμενον: θετοὺς γὰρ ἔλεγον, φησὶ, τοὺς εἰσποιητούς.

ΘΕΤΤΑΛΟΣ

Λυσίας κατὰ Νικίδου. εἷς τῶν Κίμωνος παίδων Θετταλὸς ἐκαλεῖτο, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ περὶ ἀκροπόλεως.

ΘΕΥΔΟΣΙΑΝ

Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἔστι δὲ χωρίον κείμενον ἐγγὺς Σκυθῶν, Σάτυρος πολιορκῶν ἐτελεύτησεν.

ΘΕΩΡΙΚΑ

Δημοσθένης Φιλιππικῷ. θεωρικὰ ἦν τινὰ ἐν κοινῷ χρήματα, ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα: ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατιωτικὰ, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς, ὧν πρῶτος ἤρξατο Ἀγύρριος δημαγωγός. Φιλόχορος δὲ ἐν τῇ γ τῆς Ἀτθίδος φησὶτὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβεκαὶ τὰ ἑξῆς. Φιλῖνος δὲ ἐν τῇ πρὸς Σοφοκλέους καὶ Εὐριπίδου εἰκόνας περὶ Εὐβούλου λέγων φησὶνἐκλήθη δὲ θεωρικὸν, ὅτι τῶν Διονυσίων ὑπογύων ὄντων διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ τῆς θεωρίας μηδεὶς τῶν πολιτῶν ἀπολείπηται δἰ ἀσθένειαν τῶν ἰδίων.’ ἄλλοτε μέντοι ἄλλως ὡρίσθη τὸ διδόμενον εἴς τε τὰς θέας καὶ εἰς τὰς θυσίας καὶ ἑορτὰς, ὡς ἔστι δῆλον ἐκ τοῦ α Φιλιππικῶν Δημοσθένους. ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν Ὑπερείδης δεδήλωκεν ἐν τῷ κατ̓ Ἀρχεστρατίδου. ἦν δὲ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δεικνύει. ΘΕΩΡΟΙ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεοὺς πεμπόμενοι, καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας τῶν θείων φροντίζοντας οὕτως ὠνόμαζον: ὤρην γὰρ ἔλεγον τὴν φροντίδα: ὤρη γάρ τ̓ ὀλίγη πέλεται νεικέων τ̓ ἀγορέων τε.

ΘΕΩΡΙΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν Θεωρὶς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν ς γράφει.

ΘΗΜΑΚΕΥΣ

Ἀνδοκίδης ἐν τῷ περὶ μυστηρίων. δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακὸς, ὥς φησι Διόδωρος περιηγητὴς ἐν τῷ περὶ τῶν δήμων.

ΘΗΡΑΜΕΝΗΣ

Λυσίας ἐν τῷ κατ̓ Ἐρατοσθένους. ὃς ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λ.

ΘΗΣΕΙΟΝ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τέμενός ἐστιν ἀνειμένον τῷ Θησεῖ.

ΘΗΤΕΣ

ΘΗΤΕΣ καὶ ΘΗΤΙΚΟΝ: Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶτούς τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαικαὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρουτῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν.’ εἰς τέσσαρα διῃρημένης παῤ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους τὰς θήσσας λαμβάνειν πρὸς γάμον ε μνᾶς διδόναι, ὡς καὶ Ποσείδιππός που κωμικός φησιν.

ΘΙΑΣΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. θίασός ἐστι τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ θεῶν: Ξενοφῶν ἐν β Ἀπομνημονευμάτων. Ἴων δὲ ἐν Ὀμφάλῃ κοινῶς ἐπὶ παντὸς ἀθροίσματος ἔταξε τοὔνομα. θιασῶται δ̓ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων: Ἰσαῖος ἐν τῷ περὶ Ἀστυφίλου κλήρου.

ΘΙΒΡΩΝ

Ἰσοκράτης Πανηγυρικῷ. Λακεδαιμόνιος οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά.

ΘΟΛΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. τόπος ἔνθα ἐδείπνουν οἱ πρυτάνεις οὕτως ἐκαλεῖτο παῤ Ἀθηναίοις. Ἀμμώνιος γοῦν ἐν δ περὶ βωμῶν γράφει ταυτί δὲ τόπος ὅπου ἑστιῶνται οἱ πρυτάνεις καλεῖται θόλος, ὑπ̓ ἐνίων δὲ σκιὰς, διὰ τὸ οὕτως ᾠκοδομῆσθαι αὐτὸν στρογγύλον παρόμοιον θολίᾳ.’

ΘΟΡΑΙ

δῆμος τῆς Ἀντιοχίδος, ὥς φησι Διόδωρος.

ΘΟΡΙΚΟΣ

Ἰσαῖος ἐν τῷ κατὰ Ποσειδίππου. δῆμός ἐστι τῆς Ἀκαμαντίδος, ὡς αὐτὸς Διόδωρός φησιν ἐν τῷ περὶ τῶν δήμων.

ΘΡΙΠΗΔΕΣΤΟΝ

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου θριπήδεστον τὴν Ἑλλάδα εἶπεν ἀντὶ τοῦ διεφθαρμένην, ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσμένων ξύλων.

ΘΡΟΝΙΟΝ

Αἰσχίνης ἐν τῷ παραπρεσβείας. πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῇ %2 %2

ΘΥΜΑΙΤΑΔΑΙ

δῆμος τῆς Ἱπποθωντίδος, ἀπὸ Θυμαίτου ἥρωος ὀνομασθεὶς, ὥς φησι Διόδωρος.

ΘΥΡΓΩΝΙΔΑΙ

Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. Νίκανδρος Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμωνμετετέθησάνφησινἐξ Αἰαντίδος Ἀφιδναῖοι, Περρίδαι, Τιτακίδαι, Θυργωνίδαι.’ φησὶ δὲ καὶ Δημήτριος Σκήψιος ἐν β Διακόσμου τῆς Πτολεμαΐδος φυλῆς τὸν δῆμον εἶναι.

ΘΥΣΤΙΟΝ

Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Αἰτωλίας, καθά φησι Δίδυμος ἐπαγόμενος μαρτύριον ἐκ τῆς α Νικάνδρου τῶν Αἰτωλικῶν. ἡμεῖς μέντοι ἐν τοῖς Ἀττικιανοῖς διὰ τοῦ τ Θύτιον εὕρομεν γεγραμμένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: