previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΥΜΜΟΡΙΑ

Δημοσθένης κατ̓ Ἀφόβου α. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παῤ ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν λέγων τῶν πλουσιωτάτων, ‘ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμμορίας κ, ὥσπερ νῦν εἰσὶ, σώματα ξ ἑκάστην ἔχουσαν.’ Ὑπερείδης δ̓ ἐν τῷ πρὸς Πολύευκτόν φησινεἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιε ἄνδρες.’ οὐ δεῖ δὲ θαυμάζειν πῶς μὲν Δημοσθένης φησὶν ξ ἄνδρας ἔχειν τὴν συμμορίαν, δὲ Ὑπερείδης ιε: ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτίἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι: ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν Φορμίων αὑτὸν ἐκκλέπτει.’ ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ ε Ἀτθίδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: