Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,
ἵνα με πτεροῦσσαν ὄρνιν
θεὸς ἐν ποταναῖς
ἀγέλαις θείη:
735ἀρθείην δ᾽ ἐπὶ πόντιον
κῦμα τᾶς Ἀδριηνᾶς
ἀκτᾶς Ἠριδανοῦ θ᾽ ὕδωρ,
ἔνθα πορφύρεον σταλάσ-
σουσ᾽ ἐς οἶδμα τάλαιναι
740κόραι Φαέθοντος οἴκτῳ δακρύων
τὰς ἠλεκτροφαεῖς αὐγάς.