previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

οἵδ᾽ αὖ διάφοροι τῶν πάρος λελεγμένων
μύθων, καλῶς δ᾽ ἔχουσι, φείδεσθαι τέκνων.

Μενέλαος

αἰαῖ, φίλους ἄρ᾽ οὐχὶ κεκτήμην τάλας.

Ἀγαμέμνων

405εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.

Μενέλαος

δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;

Ἀγαμέμνων

συνσωφρονεῖν σοι βούλομ᾽, ἀλλ᾽ οὐ συννοσεῖν.

Μενέλαος

ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.

Ἀγαμέμνων

εὖ δρῶν παρακάλει μ᾽, ἀλλὰ μὴ λυπῶν ἐμέ.

Μενέλαος

410οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;

Ἀγαμέμνων

Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.

Μενέλαος

σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
ἐγὼ δ᾽ ἐπ᾽ ἄλλας εἶμι μηχανάς τινας
φίλους τ᾽ ἐπ᾽ ἄλλους

Αγγελος Α
Πανελλήνων ἄναξ,
415Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,
ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.
μήτηρ δ᾽ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,
χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
420ἀλλ᾽ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ
κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
αὐταί τε πῶλοί τ᾽: ἐς δὲ λειμώνων χλόην
καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
425ἥκω: πέπυσται γὰρ στρατόςταχεῖα γὰρ
διῇξε φήμηπαῖδα σὴν ἀφιγμένην.
πᾶς δ᾽ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,
σὴν παῖδ᾽ ὅπως ἴδωσιν: οἱ δ᾽ εὐδαίμονες
ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
430λέγουσι δ᾽: Ὑμέναιός τις τί πράσσεται;
πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
ἐκόμισε παῖδα; τῶν δ᾽ ἂν ἤκουσας τάδε:
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
435ἀλλ᾽ εἶα, τἀπὶ τοισίδ᾽ ἐξάρχου κανᾶ,
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας
λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος:
φῶς γὰρ τόδ᾽ ἥκει μακάριον τῇ παρθένῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: