previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλυταιμήστρα

μεῖνοντί φεύγεις; — δεξιάν τ᾽ ἐμῇ χερὶ
σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.

Ἀχιλλεύς

τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθ᾽ ἂν
Ἀγαμέμνον᾽, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.

Κλυταιμήστρα

835θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς
παῖδ᾽, θεᾶς παῖ ποντίας Νηρηίδος.

Ἀχιλλεύς

ποίους γάμους φῄς; ἀφασία μ᾽ ἔχει, γύναι:
εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;

Κλυταιμήστρα

πᾶσιν τόδ᾽ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
840καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.

Ἀχιλλεύς

οὐπώποτ᾽ ἐμνήστευσα παῖδα σήν, γύναι,
οὐδ᾽ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.

Κλυταιμήστρα

τί δῆτ᾽ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς
θαύμαζ᾽: ἐμοὶ γὰρ θαύματ᾽ ἐστὶ τὰ παρὰ σοῦ.

Ἀχιλλεύς

845εἴκαζε: κοινόν ἐστιν εἰκάζειν τάδε:
ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.

Κλυταιμήστρα

ἀλλ᾽ πέπονθα δεινά; μνηστεύω γάμους
οὐκ ὄντας, ὡς εἴξασιν: αἰδοῦμαι τάδε.

Ἀχιλλεύς

ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
850ἀλλ᾽ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.

Κλυταιμήστρα

χαῖρ᾽: οὐ γὰρ ὀρθοῖς ὄμμασίν σ᾽ ἔτ᾽ εἰσορῶ,
ψευδὴς γενομένη καὶ παθοῦσ᾽ ἀνάξια.

Ἀχιλλεύς

καὶ σοὶ τόδ᾽ ἐστὶν ἐξ ἐμοῦ: πόσιν δὲ σὸν
στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: