previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀναχθεὶς δ᾽ Βροῦτος ἐκεῖθεν ἐπ᾽ Ἀθηνῶν ἔπλει. δεξαμένου δὲ τοῦ δήμου προθύμως αὐτὸν εὐφημίαις καί ψηφίσμασι διῃτᾶτο μὲν παρὰ ξένῳ τινί, Θεομνήστου δ᾽ ἀκροώμενος τοῦ Ἀκαδημιακοῦ καί Κρατίππου τοῦ Περιπατητικοῦ [p. 178] καί συμφιλοσοφῶν ἐδόκει παντάπασιν ἀργεῖν καί σχολάζειν. [2] ἔπραττε δὲ τὰ πρὸς τὸν πόλεμον ἀνυπόπτως. καί γὰρ εἰς Μακεδονίαν ἔπεμψεν Ἡρόστρατον οἰκειούμενος τοὺς ἐπὶ τῶν ἐκεῖ στρατοπέδων, καί τοὺς σχολάζοντας ἀπὸ Ῥώμης ἐν ἄστει νέους ἀνελάμβανε καί συνεῖχεν. ὧν ἦν καί Κικέρωνος υἱός, ὃν ἐπαινεῖ διαφερόντως, καί φησιν, εἴτ᾽ ἐγρήγορεν εἴτ᾽ ἐνυπνιάζεται, θαυμάζειν οὕτω γενναῖον ὄντα καί μισοτύραννον.

[3] ἀρξάμενος δὲ τῶν πραγμάτων ἀναφανδὸν ἅπτεσθαι, καί πυθόμενος πλοῖα Ῥωμαϊκὰ μεστὰ χρημάτων ἐξ Ἀσίας προσφέρεσθαι καί στρατηγὸν ἐπιπλεῖν ἄνδρα χαρίεντα καί γνώριμον, ἀπήντησεν αὐτῷ περὶ Κάρυστον: ἐντυχὼν δὲ καί πείσας καί παραλαβὼν τὰ πλοῖα λαμπροτέραν ὑποδοχὴν ἐποιεῖτο. καί γὰρ ἦν ἡμέρα καθ᾽ ἣν ἐγεγόνει πρῶτον Βροῦτος, [4] ὡς οὖν ἐλθόντες εἰς τὸ πίνειν ἐπιχύσεις ἐποιοῦντο νίκης τε Βρούτου καὶ Ῥωμαίων ἐλευθερίας, ἔτι μᾶλλον αὐτοὺς ῥῶσαι βουλόμενος ᾔτησε ποτήριον μεῖζον καί λαβὼν, ἀπ᾽ οὐδεμιᾶς προφάσεως ἀνεφώνησε τὸν στίχον τοῦτον:

ἀλλά με μοῖρ᾽ ὀλοὴ καί Λητοῦς ἔκτανεν υἱός.
[5] ἔτι δὲ καί πρὸς τούτοις ἱστοροῦσιν, ὅτε τὴν τελευταίαν ἐν Φιλίπποις μαχούμενος ἐξῄει μάχην, σύνθημα παρ᾽ αὐτοῦ τοῖς στρατιώταις Ἀπόλλωνα δοθῆναι. διὸ καί τῆς συμφορᾶς τίθενται σημεῖον ἐκείνην τὴν ἀναφώνησιν. [p. 180]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: