This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[200]
μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα; τὰ τελευταῖα δ᾽ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον; ποῖον οὖν ἐρεῖς βίον; ὃν ποῦ βεβίωκας; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας: οὗτος ἄλλον ἔκρινε παρ᾽ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί.“Μαρτυρίαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.