This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[230]
καὶ ὁ μὲν τὸν υἱὸν ἔπεμψε Φιλίππῳ, πρὶν εἰς ἄνδρας ἐγγράψαι, ὁ μιαρὸς Φρύνων: ὁ δ᾽ οὐδὲν ἀνάξιον οὔτε τῆς πόλεως οὔθ᾽ αὑτοῦ διεπράξατο. καὶ ὁ μὲν χορηγῶν καὶ τριηραρχῶν ἔτι καὶ ταῦτ᾽ ᾤετο δεῖν ἐθελοντὴς ἀναλίσκειν, λύεσθαι, μηδέν᾽ ἐν συμφορᾷ τῶν πολιτῶν δι᾽ ἔνδειαν περιορᾶν: ὁ δὲ τοσούτου δεῖ τῶν ὑπαρχόντων τιν᾽ αἰχμάλωτον σῶσαι, ὥσθ᾽ ὅλον τόπον καὶ πλεῖν ἢ μυρίους μὲν ὁπλίτας, ὁμοῦ δὲ χιλίους ἱππέας τῶν ὑπαρχόντων συμμάχων ὅπως αἰχμάλωτοι γένωνται Φιλίππῳ, συμπαρεσκεύασεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.