This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
καὶ νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν ἔμοιγε δοκεῖτε: τίς γὰρ ἂν ἠνέσχετο, τηλικαῦτα καὶ τοσαῦτ᾽ ἔσεσθαι προσδοκῶν ἀγαθά, ἢ ταῦθ᾽ ὡς οὐκ ἔσται λέγοντός τινος, ἢ κατηγοροῦντος τῶν πεπραγμένων τούτοις; πάντα γὰρ τἄλλ᾽, οἶμαι, τότε δεύτερ᾽ ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων, οἱ δ᾽ ἀντιλέγοντες ὄχλος ἄλλως καὶ βασκανία κατεφαίνετο, ταῦτα δὲ θαυμάσι᾽ ἡλίκα καὶ συμφέροντ᾽ ἐδόκει πεπρᾶχθαι τῇ πόλει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.