This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
ἐπειδὴ δ᾽ ἐπανήλθετε ἐκ Πειραιῶς, γενόμενον ἐφ᾽ ὑμῖν τιμωρεῖσθαι ἔγνωτε ἐᾶν τὰ γεγενημένα, καὶ περὶ πλείονος ἐποιήσασθε σῴζειν τὴν πόλιν ἢ τὰς ἰδίας τιμωρίας, καὶ ἔδοξε μὴ μνησικακεῖν ἀλλήλοις τῶν γεγενημένων. δόξαντα δὲ ὑμῖν ταῦτα εἵλεσθε ἄνδρας εἴκοσι: τούτους δὲ ἐπιμελεῖσθαι τῆς πόλεως, ἕως ἂν1 οἱ νόμοι τεθεῖεν: τέως δὲ χρῆσθαι τοῖς Σόλωνος νόμοις καὶ τοῖς Δράκοντος θεσμοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.