This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
καὶ εἰ μὲν ἐγὼ τούτων προκαλουμένων μὴ ἠθέλησα τοὺς παραγενομένους ἀποφῆναι, <ἢ>1 θεράποντας ἐξαιτοῦσι μὴ ἤθελον ἐκδιδόναι, ἢ ἄλλην τινὰ πρόκλησιν ἔφευγον, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια κατ᾽ ἐμοῦ ἐποιοῦντο ὅτι ἀληθὴς ἦν ἡ2 αἰτία: ἐπεὶ δ᾽ ἐμοῦ προκαλουμένου οὗτοι ἦσαν οἱ φεύγοντες τὸν ἔλεγχον, ἐμοὶ δήπου δίκαιον κατὰ τούτων τὸ αὐτὸ τοῦτο τεκμήριον γενέσθαι ὅτι οὐκ ἀληθὴς <ἦν>3 ἡ αἰτία ἣν4 αἰτιῶνται κατ᾽ ἐμοῦ.