This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
σκέψασθε δὲ καί μοι μνήσθητε, ὦ ἄνδρες: ταῦτα γὰρ οὐ μόνον μάρτυσιν ὑμῖν ἀποδείξω, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων ἃ τούτοις πέπρακται, ῥᾳδίως γνώσεσθε ὅτι ἀληθῆ λέγω. καὶ πρῶτον ἃ τοῦ βασιλέως κατηγοροῦσι καὶ διὰ τὴν ἐμὴν σπουδὴν οὔ φασιν ἐθέλειν αὐτὸν ἀπογράφεσθαι τὴν δίκην, τοῦτο δὴ1 κατ᾽ αὐτῶν τούτων ἔσται τεκμήριον ὅτι οὐκ ἀληθῆ λέγουσιν.