This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἐγὼ δὲ ἀξιῶ πρῶτον μὲν περὶ αὐτοῦ τοῦ πράγματος ἀποκρίνεσθαι,1 καὶ διηγήσασθαι ἐν ὑμῖν τὰ γενόμενα πάντα: ἔπειτα περὶ τῶν ἄλλων ὧν οὗτοι κατηγοροῦσιν, ἐὰν ὑμῖν ἡδομένοις, βουλήσομαι ἀπολογήσασθαι. ἡγοῦμαι γὰρ ἐμοὶ2 τιμὴν καὶ ὠφέλειαν αὐτὰ οἴσειν, τοῖς δὲ κατηγόροις καὶ τοῖς ἐπηρεάζουσιν αἰσχύνην: ἐπεί τοί γε καὶ δεινόν, ὦ ἄνδρες: ἵνα μὲν ἐξῆν3 αὐτοῖς,