This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὐκοῦν δοκεῖ σοι ὁ ἐξ ἀρχῆς ποιῶν ἀνθρώπους ἐπ᾽ ὠφελείᾳ προσθεῖναι αὐτοῖς δι᾽ ὧν αἰσθάνονται ἕκαστα, ὀφθαλμοὺς μὲν ὥσθ᾽ ὁρᾶν τὰ ὁρατά, ὦτα δὲ ὥστ᾽ ἀκούειν τὰ ἀκουστά; ὀσμῶν γε μήν, εἰ μὴ ῥῖνες προσετέθησαν, τί ἂν ἡμῖν ὄφελος ἦν; τίς δ᾽ ἂν αἴσθησις ἦν γλυκέων καὶ δριμέων καὶ πάντων τῶν διὰ στόματος ἡδέων, εἰ μὴ γλῶττα τούτων γνώμων ἐνειργάσθη;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.