previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. Ἐπαίτια δὲ δὴ πρὸς πάντων ὁμοίως τάδε ἐξειργάσατο. πλείστους ὅσους ὁπλομαχῆσαι ἐποίησε: καὶ γὰρ καὶ καθ᾽ ἕνα καὶ ἀθρόους, ὥσπερ ἐν παρατάξει τινί, ἀγωνίσασθαί σφας ἠνάγκασε, παρὰ τῆς βουλῆς δὴ τοῦτο αἰτήσας, [2] ὥστε 1 καὶ ἔξω τοῦ νενομοθετημένου πάνθ᾽ ὅσα βούλοιτο δρᾶσαι, καὶ ἀποκτεῖναι τῶν τε ἄλλων πολλοὺς καὶ τῶν ἱππέων ἓξ καὶ εἴκοσι, τοὺς μὲν τὰς οὐσίας κατεδηδοκότας, τοὺς δὲ καὶ ἄλλως ὁπλομαχίαν ἠσκηκότας. ἦν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων οὕτω τι δεινόν, καίπερ δεινὸν ὄν, ἀλλ᾽ ὅτι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ [p. 290] [3] τῆς τοῦ αἵματος θέας ἀπλήστως εἶχεν. ὑπὸ δὲ δὴ τῆς αὐτῆς ὠμότητος, ἐπιλιπόντων 2 ποτὲ τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦ τοῖς ἰκρίοις προσεστηκότος συναρπασθῆναί τέ τινας καὶ παραβληθῆναί σφισιν: καὶ ὅπως γε μήτε ἐπιβοήσασθαι μήτε αἰτιάσασθαί τι δυνηθῶσι, τὰς γλώσσας αὐτῶν [4] προαπέτεμε. τῶν τε ἱππέων τινὰ ἐπιφανῶν μονομαχῆσαί τε ὡς καὶ ὑβρίσαντα τὴν μητέρα αὐτοῦ τὴν Ἀγριππῖναν ἠνάγκασε, καὶ νικήσαντα κατηγόροις παρέδωκε καὶ ἀπέσφαξε. τόν τε πατέρα αὐτοῦ μηδὲν ἀδικήσαντα ἔς τε γαλεάγραν, ὥσπερ καὶ ἄλλους συχνούς, καθεῖρξε κἀνταῦθα [5] διέφθειρεν. ἐποίησε δὲ τοὺς ἀγῶνας τούτους τὰ μὲν πρῶτα ἐν τοῖς Σέπτοις, πᾶν τὸ χωρίον ἐκεῖνο ἐξορύξας 3 καὶ ὕδατος πληρώσας, ἵνα μίαν ναῦν ἐσαγάγῃ, ἔπειτα δὲ καὶ ἑτέρωθι, πλεῖστά τε καὶ μέγιστα οἰκοδομήματα καθελὼν καὶ ἰκρία πηξάμενος: τὸ γὰρ τοῦ Ταύρου θέατρον ὑπερεφρόνησε. [6] τούτων τε οὖν ἕνεκα καὶ διὰ τὰς δαπάνας καὶ διὰ τοὺς φόνους αἰτίαν εἶχε, καὶ ὅτι τὸν Μάκρωνα μετὰ τῆς Ἐννίας, μήτε τοῦ ταύτης ἔρωτος μήτε τῶν ἐκείνου εὐεργετημάτων, δι᾽ ὧν τά τε ἄλλα καὶ τὴν ἀρχὴν αὐτῷ μόνῳ συγκατέπραξε, μνησθείς, ἔς τε ἑκουσίου δὴ θανάτου ἀνάγκην, καίπερ καὶ τὴν Αἴγυπτόν οἱ προστάξας, καὶ ἐς αἰσχύνην, ἧς αὐτὸς τὸ πλεῖστον μετεῖχε, κατέστησε: προαγωγείας γὰρ ἔγκλημα αὐτῷ πρὸς τοῖς ἄλλοις [7] ἐπήγαγε. κἀκ τούτου καὶ ἕτεροι πολλοὶ οἱ 4 μὲν [p. 292] καταψηφισθέντες οἱ δὲ καὶ πρὶν ἁλῶναι ἐφονεύθησαν, πρόφασιν μὲν διά τε τοὺς γονέας καὶ διὰ τοὺς ἀδελφοὺς αὐτοῦ τούς τε ἄλλους τοὺς δι᾽ ἐκείνους ἀπολομένους, τὸ δ᾽ ἀληθὲς διὰ τὰς οὐσίας: οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο καὶ οὐδὲν αὐτῷ [8] ἐξήρκει. ἠλέγχοντο δὲ καὶ ἐκ τῶν καταμαρτυρούντων σφῶν καὶ ἐκ τῶν γραμμάτων κατακεκαυκέναι ποτὲ ἔφη. καὶ ἑτέρους τε νόσος τῷ προτέρῳ ἔτει οἱ συμβᾶσα καὶ τῆς Δρουσίλλης τῆς ἀδελφῆς αὐτοῦ θάνατος ἔφθειρε: τά τε γὰρ ἄλλα, καὶ εἴ τις εἱστίασεν ἠσπάσατό τινα καὶ ἐλούσατο ἐν ταῖς ἡμέραις ἐκείναις, 5 ἐκολάζετο. ”

1 w(/ste Bk., to\ de\ M, to/ te Pflugk.

2 e)pilipo/ntwn Xiph., e)pileipo/ntwn M cod. Peir.

3 e)coru/cas Bs., dioru/cas M Xiph.

4 oi( supplied by Rk.

5 e)kei/nais supplied by Bs.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: