previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. οὕτω γὰρ καὶ πρὸς πάντα ἐναντίος ἐπεφύκει ὥστε τὴν μὲν ἀσέλγειαν καὶ τὴν μιαιφονίαν αὐτοῦ, ἐφ᾽ οἷσπερ καὶ διέβαλλεν αὐτόν, οὐ μόνον ἐζήλωσεν ἀλλὰ καὶ ὑπερέβαλεν, ὧν δὲ δὴ ἐπῄνει [2] οὐδὲν ἐμιμήσατο. πρῶτός τε ὑβρίσας αὐτὸν καὶ πρῶτος λοιδορήσας, ὥστε καὶ τοὺς ἄλλους ἐκ τούτου χαριεῖσθαί οἱ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι, ἔπειτα καὶ ἐνεκωμίαζε καὶ ἐσέμνυνεν, ὥστε καὶ κολάσαι τινὰς ἐφ᾽ οἷς εἰρήκεσαν. καὶ ἐκείνους τε ἅμα ὡς ἐχθροὺς τοῦ Τιβερίου διὰ τὰς βλασφημίας, καὶ τοὺς ἐπαινοῦντάς [3] πῃ αὐτὸν ὡς καὶ φίλους, ἐμίσει. τά τε τῆς ἀσεβείας ἐγκλήματα παύσας πλείστους ὅσους ἐπ᾽ αὐτοῖς ἀπώλεσε. καὶ τοῖς συστᾶσιν ἐπί τε τὸν πατέρα καὶ ἐπὶ τὴν μητέρα τούς τε ἀδελφοὺς αὐτοῦ τήν τε ὀργὴν ἀφείς, ὡς ἔλεγε, καὶ τὰ γράμματα αὐτῶν καταφλέξας, παμπληθεῖς ἐξ αὐτῶν ἀπέκτεινε: διέφθειρε μὲν γὰρ ὡς ἀληθῶς γράμματά τινα, οὐ μέντοι κἀκεῖνα τὰ αὐτόχειρα τὰ 1 τὸν ἀκριβῆ ἔλεγχον ἔχοντα, ἀλλὰ [4] ἀντίγραφα αὐτῶν ποιήσας. πρὸς δὲ τούτοις εἰκόνας τε ἀπαγορεύσας κατ᾽ ἀρχὰς μηδένα αὑτοῦ 2 ἱστάναι, καὶ ἐς ἀγαλμάτων ποίησιν προεχώρησε, [p. 272] καὶ ψηφισθέν ποτε τῇ τύχῃ αὐτοῦ θύεσθαι παρέμενος, ὥστε καὶ ἐς στήλην αὐτὸ τοῦτ᾽ ἐγγραφῆναι, καὶ ναοὺς ἑαυτῷ καὶ θυσίας ὡς καὶ θεῷ γίγνεσθαι [5] ἐκέλευσε. πλήθει τε ἀνθρώπων καὶ ἐρημίᾳ αὖ ἔχαιρεν, αἰτούμενός τέ τι καὶ μὴ αἰτούμενος αὖ ὠργίζετο. ὀξύτατά τε πρὸς πράξεις τινὰς ἐφέρετο, καὶ νωθέστατα ἔστιν ἃς 3 αὐτῶν μετεχειρίζετο. τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε καὶ ῥυπαρώτατα ἠργυρολόγει. τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις τι καὶ ἤχθετο [6] ὁμοίως καὶ ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας οὐκ ἐκόλασε, πολλοὺς δὲ μηδὲ 4 δόξαντας 5 ἀπέσφαξε. τῶν τε ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε τοὺς δὲ ὑπερύβριζεν. ὥστε μηδένα μήθ᾽ 6 τι εἰπεῖν μήθ᾽ τι ποιῆσαι χρὴ πρὸς αὐτὸν εἰδέναι, ἀλλ᾽ ὅσοι τι καὶ κατώρθωσαν, ἐκ συντυχίας μᾶλλον γνώμης τυχεῖν αὐτοῦ. ”

1 ta\ supplied by Rk.

2 au(tou= Bk., au)tou= M.

3 a(\s St., a(\ M Xiph. cod. Peir.

4 mhde\ M, mhde\n cod. Peir. Zon., kai\ mhde\n Xiph.

5 do/cantas Polak, a)dikh/santas M.

6 mh/q' Xiph. cod. Peir., mhd' M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: