previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. μέχρι μὲν οὖν τοῦ χρόνου τούτου αὐτός τε τὸν Τιβέριον ἀεὶ καὶ πρὸς πάντας κακῶς ἔλεγε, καὶ τοῖς ἄλλοις τοῖς κακηγοροῦσιν αὐτὸν καὶ ἰδίᾳ καὶ δημοσίᾳ οὐχ ὅσον οὐκ ἐπετίμα ἀλλὰ καὶ ἔχαιρεν: τότε δὲ ἐσελθὼν ἐς τὸ βουλευτήριον πολλὰ μὲν ἐκεῖνον ἐπῄνεσε, πολλὰ δὲ καὶ τῆς γερουσίας τοῦ τε δήμου κατηγόρησεν ὡς οὐκ ὀρθῶς αὐτὸν ψεγόντων. [2]ἐμοὶ μὲν γάρἔφηαὐτοκράτορι ὄντι καὶ τοῦτο ποιεῖν ἔξεστιν, ὑμεῖς δὲ δὴ οὐ μόνον ἀδικεῖτε ἀλλὰ καὶ ἀσεβεῖτε 1 πρὸς τὸν ἄρξαντά ποτε ὑμῶν οὕτω διακείμενοι.’ κἀκ τούτου καθ᾽ ἕκαστον τῶν ἀπολωλότων ἐπεξιὼν ἀπέφαινεν, ὥς γε ἐδόκει, τοὺς βουλευτὰς αἰτίους τοῦ ὀλέθρου τοῖς πλείστοις αὐτῶν γεγονότας, τοὺς μὲν ὅτι κατηγόρησάν σφων, τοὺς δὲ ὅτι κατεμαρτύρησαν, [3] πάντας δὲ ὅτι κατεψηφίσαντο. καὶ ταῦτα τε ὡς ἐξ αὐτῶν ἐκείνων τῶν γραμμάτων καταπεπρηκέναι ποτὲ ἔφη ἐπανέγνω διὰ τῶν ἀπελευθέρων, καὶ προσεπεῖπεν ὅτιεἰ καί τι Τιβέριος ἠδικήκει, οὐκ ὠφείλετε αὐτὸν ζῶντα τετιμηκέναι, οὐ μὰ Δί᾽, οὐδ᾽ 2 ἐφ᾽ οἷς καὶ εἴπατε πολλάκις καὶ ἐψηφίσασθε [4] μεταβάλλεσθαι. ἀλλ᾽ ὑμεῖς καὶ ἐκεῖνον ἐμπλήκτως μετεχειρίσασθε, καὶ τὸν Σεϊανὸν φυσήσαντες καὶ διαφθείραντες ἀπεκτείνατε, ὥστε δεῖ καὶ ἐμὲ μηδὲν χρηστὸν παρ᾽ ὑμῶν προσδέχεσθαι.’ τοιαῦτα ἄττα εἰπὼν αὐτὸν δὴ τὸν Τιβέριον τῷ [5] λόγῳ παρήγαγε, λέγοντά οἱ ὅτικαὶ καλῶς καὶ ἀληθῶς πάντα ταῦτα εἴρηκας, καὶ διὰ τοῦτο μήτε φιλήσῃς τινὰ αὐτῶν μήτε φείσῃ τινός. πάντες τε γὰρ μισοῦσί σε καὶ πάντες ἀποθανεῖν εὔχονται: [p. 308] καὶ φονεύσουσί γε, ἂν δυνηθῶσι. 3 μήτ᾽ οὖν ὅπως τι χαρίσῃ πράξας αὐτοῖς ἐννόει, μήτ᾽ ἄν [6] τι θρυλῶσι φρόντιζε, ἀλλὰ τό τε ἡδὺ καὶ τὸ ἀσφαλὲς τὸ σεαυτοῦ μόνον ὡς καὶ δικαιότατον προσκόπει. οὕτω μὲν γὰρ οὔτε τι πείσῃ κακὸν καὶ πάντων τῶν ἡδίστων ἀπολαύσεις, καὶ προσέτι καὶ τιμηθήσῃ ὑπ᾽ αὐτῶν ἄν τ᾽ ἐθέλωσιν ἄν τε καὶ [7] μή: ἐκείνως δὲ ἔργῳ μὲν οὐδὲν ὀνήσει, 4 λόγῳ δὲ δὴ δόξαν κενὴν λαβὼν οὔτε τι πλέον ἕξεις καὶ ἐπιβουλευθεὶς ἀκλεῶς τελευτήσεις. οὐδεὶς γὰρ ἀνθρώπων ἑκὼν ἄρχεται, ἀλλ᾽ ἐφ᾽ ὅσον μὲν φοβεῖται, θεραπεύει τὸν ἰσχυρότερον, ὅταν δὲ δὴ θαρσήσῃ, τιμωρεῖται τὸν ἀσθενέστερον.’ [8] Γάιος μὲν ταῦτά τ᾽ εἰπὼν καὶ τὰ τῆς ἀσεβείας ἐγκλήματα ἐπαναγαγών, ἔς τε στήλην αὐτὰ χαλκῆν εὐθὺς ἐγγραφῆναι ἐκέλευσε, καὶ ἐκ τοῦ βουλευτηρίου σπουδῇ ἐξεπήδησεν, ἔς τε τὸ προάστειον αὐθημερὸν ἐξώρμησεν: δὲ δὴ γερουσία καὶ δῆμος ἐν δέει μεγάλῳ ἐγένοντο, τῶν τε κακηγοριῶν ἅμα ἃς κατὰ τοῦ Τιβερίου πολλάκις ἐπεποίηντο ἀναμιμνησκόμενοι, καὶ οἷα ἀνθ᾽ οἵων ἠκηκόεσαν αὐτοῦ λέγοντος ἐκλογιζόμενοι. [9] καὶ τότε μὲν ὑπό τε τῆς ἐκπλήξεως καὶ ὑπὸ τῆς ἀθυμίας οὔτε φθέγξασθαι οὔτε τι χρηματίσαι ἠδυνήθησαν: τῇ δ᾽ ὑστεραίᾳ αὖθις ἀθροισθέντες ἐπαίνους τε αὐτοῦ πολλοὺς ὡς καὶ ἀληθεστάτου καὶ εὐσεβεστάτου ὄντος ἐποιήσαντο, χάριν οἱ μεγάλην ἔχοντες ὅτι μὴ προσαπώλοντο: [10] καὶ διὰ τοῦτο καὶ τῇ φιλανθρωπίᾳ αὐτοῦ βουθυτεῖν κατ᾽ ἔτος ἔν τε ἐκείνῃ τῇ ἡμέρᾳ [p. 310] ἐν ταῦτα ἀνεγνώκει καὶ ἐν ταῖς τῷ παλατίῳ προσηκούσαις, 5 εἰκόνος τε αὐτοῦ χρυσῆς ἐς τὸ Καπιτώλιον ἀναγομένης καὶ ὕμνων ἐπ᾽ αὐτῇ διὰ τῶν εὐγενεστάτων παίδων ᾀδομένων, ἐψηφίσαντο. [11] τά τε ἐπινίκια τὰ σμικρότερα ὡς καὶ πολεμίους τινὰς νενικηκότι πέμψαι αὐτῷ ἔδωκαν. καὶ οἱ μὲν τότε ταῦτ᾽ ἔγνωσαν, καὶ μετὰ τοῦτο κατὰ πᾶσαν ὡς εἰπεῖν ἀφορμὴν πάντως τι αὐτῷ

1 a)lla\ kai\ a)sebei=te exc. Vat., om. M.

2 ou)d' Bs., ou)k M.

3 dunhqw=si Bk., dunhqw=si/ se M.

4 ou)de\n o)nh/sei Dind., ou)de\ nomh/sei M.

5 Bs. suggests e)n tai=s qe/ais tai=s tw=| palati/w| proshkou/sais.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: