previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26. ἦν 1 δέ τις Πρωτογένης πρὸς πάντα αὐτῷ τὰ χαλεπώτατα ὑπηρετῶν, ὥστε καὶ βιβλία ἀεὶ δύο περιφέρειν καὶ αὐτῶν τὸ μὲν ξίφος τὸ δὲ [2] ἐγχειρίδον ὀνομάζειν. οὗτος ἐσῆλθέ ποτε ἐς τὸ συνέδριον ὡς καὶ κατ᾽ ἄλλο τι, καὶ πάντων, οἷα εἰκός, προσειπόντων τε αὐτὸν καὶ δεξιουμένων δριμύ τέ τι Σκριβωνίῳ 2 Πρόκλῳ ἐνεῖδε καὶ ἔφηκαὶ σύ με ἀσπάζῃ, μισῶν οὕτω τὸν αὐτοκράτορα;’ ἀκούσαντες δὲ τοῦτο οἱ παρόντες περιέσχον τε τὸν συμβουλευτὴν καὶ διέσπασαν.” Xiph. 167, 27-168, 4.[3] ἡσθέντος τε ἐπὶ τούτῳ τοῦ Γαΐου καὶ φήσαντος αὐτοῖς κατηλλάχθαι πανηγύρεις τέ τινας ἐψηφίσαντο καὶ ὅπως καὶ βήματι ὑψηλῷ καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ, ὥστε μηδένα ἐξικνεῖσθαι, καὶ φρουρᾷ στρατιωτικῇ καὶ 3 ἐκεῖ χρῷτο: καὶ τοὺς [4] ἀνδριάντας αὐτοῦ φρουρεῖσθαι ἔγνωσαν. ἐπ᾽ οὖν τούτοις Γάιος τὴν ὀργήν σφισιν ἀφῆκε καὶ χρηστά 4 τινα προσενεανιεύσατο: Πομπώνιον γὰρ ἐπιβουλεῦσαι λεχθέντα 5 οἱ ἀπέλυσεν, ἐπειδὴ ὑπὸ φίλου προεδόθη, 6 καὶ τὴν ἑταίραν αὐτοῦ, ὅτι βασανισθεῖσα οὐδὲν ἐξεῖπεν, οὔτε τι κακὸν ἔδρασε [5] καὶ προσέτι καὶ χρήμασιν ἐτίμησεν. ἐπαινούμενος οὖν διὰ ταῦτα τὰ μὲν φόβῳ τὰ δὲ καὶ ἐπ᾽ ἀληθείας, καὶ τῶν μὲν ἥρωα τῶν δὲ θεὸν αὐτὸν ἀνακαλούντων, δεινῶς 7 ἐξεφρόνησεν. ἠξίου μὲν [p. 346] γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, καὶ τῇ Σελήνῃ συγγίγνεσθαι καὶ ὑπὸ τῆς Νίκης στεφανοῦσθαι ἔλεγε, 8 Ζεύς τε εἶναι ἐπλάττετο, καὶ κατὰ τοῦτο καὶ γυναιξὶν ἄλλαις τε πολλαῖς καὶ ταῖς ἀδελφαῖς μάλιστα συνεῖναι προεφασίσατο, [6] καὶ Ποσειδῶν αὖθις, ὅτι τοσοῦτον θαλάσσης μέτρον ἔζευξε, τόν τε Ἡρακλέα τόν τε Διόνυσον τόν τε Ἀπόλλω τούς τε ἄλλους, οὐχ ὅτι τοὺς ἄρρενας ἀλλὰ καὶ τὰς θηλείας, ὑπεκρίνετο, Ἥρα τε καὶ Ἄρτεμις καὶ Ἀφροδίτη πολλάκις ἐγίγνετο. πρὸς γὰρ δὴ τὴν τῶν ὀνομάτων μετάθεσιν καὶ τὸ ἄλλο σχῆμα πᾶν τὸ προσῆκόν σφισιν ἐλάμβανεν, [7] ὥστε ἐοικέναι αὐτοῖς 9 δοκεῖν. τοτὲ 10 μὲν γὰρ θηλυδριώδης ἑωρᾶτο καὶ κρατῆρα καὶ θύρσον εἶχε, τοτὲ 11 δὲ ἀρρενωπός, καὶ ῥόπαλον καὶ λεοντῆν καὶ κράνος ἀσπίδα τε ἐφόρει. λειογένειος αὖ καὶ μετὰ τοῦτο πωγωνίας ἐφαντάζετο, τρίαινάν τε ἔστιν ὅτε ἐκράτει, καὶ κεραυνὸν αὖθις ἀνέτεινε. παρθένῳ τε κυνηγετικῇ καὶ πολεμικῇ ὡμοιοῦτο, [8] καὶ μετ᾽ οὐ πολὺ ἐγυναίκιζεν. οὕτω που καὶ τῷ ῥυθμῷ τῆς στολῆς καὶ τοῖς προσθέτοις τοῖς τε περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον ἄνθρωπος αὐτοκράτωρ τε δοκεῖν εἶναι ἤθελε. 12 καί ποτέ τις ἀνὴρ Γαλάτης ἰδὼν αὐτὸν ἐπὶ βήματος ὑψηλοῦ ἐν Διὸς εἴδει χρηματίζοντα [9] ἐγέλασεν: δὲ Γάιος ἐκάλεσέ τε αὐτὸν καὶ ἀνήρετοτί σοι δοκῶ εἶναι;’ καὶ ὃς ἀπεκρίνατο ῾ἐρῶ γὰρ [p. 348] αὐτὸ τὸ λεχθέν᾽ ὅτιμέγα παραλήρημα.’ καὶ οὐδὲν μέντοι δεινὸν ἔπαθε: σκυτοτόμος γὰρ ἦν. οὕτω που ῥᾷον τὰς τῶν τυχόντων τὰς τῶν ἐν ἀξιώσει τινὶ ὄντων παρρησίας οἱ τοιοῦτοι φέρουσι. [10] ταῦτα μὲν οὖν τὰ σχήματα, ὁπότε τις θεὸς ἐπλάττετο εἶναι, ἐλάμβανε, καὶ αὐτῷ 13 καὶ ἱκετεῖαι καὶ εὐχαὶ θυσίαι τε κατὰ τὸ πρόσφορον προσήγοντο: ἄλλως δὲ δὴ 14 ἔν τε τῇ σηρικῇ καὶ ἐν τῇ νικητηρίᾳ

1 Cf. Zonaras: tw=n de\ bouleutw=n, o(/ti mh\ kate(??)hfi/santo/ tinwn, perifo/bwn o)/ntwn, *prwtoge/nhs tis k.t.l.

2 skribwni/w| L', skirbwni/w| *wC.

3 kai\ om. cod. Peir.

4 xrhsta/ Bk., xrh/mata cod. Peir. (Xiph. omits § 4).

5 e)pibouleu=sai lexqe/nta Rk., e)pibouleuqe/nta lexqei=nai cod. Peir.

6 proedo/qh Val., prosedo/qh cod. Peir.

7 deinw=s om. cod. Peir.

8 e)/lege om. Xiph.

9 au)toi=s Bs., a)\n exc. Vat. (Xiph. omits w(/ste ... dokei=n'.

10 tote\ Bk., to/te cod. Peir., pote\ Xiph. Zon.

11 tote\ Bk., to/te cod. Peir., pote\ Xiph. Zon.

12 pa/nta ma=llon h)\ a)/nqrwpos au)tokra/twr te dokei=n ei)=nai h)/qele cod. Peir., kai\ pa/nta ma=llon dokei=n h)\ a)/nqrwpos ei)=nai h)/qele

13 au)tw=| cod. Peir., au)tw=n Xiph.

14 dh\ om. cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: