previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. ἐν μὲν οὖν τῷ ἔτει ἐν τε Τιβέριος ἐτελεύτησε καὶ αὐτὸς ἐς τὴν ἡγεμονίαν ἀντικατέστη, πρῶτον μὲν τοὺς βουλευτάς, παρόντων ἐν τῷ συνεδρίῳ καὶ ἱππέων τοῦ τε δήμου τινῶν, πολλὰ ἐκολάκευσε, τήν τε γὰρ ἀρχὴν κοινώσειν σφίσι καὶ πάνθ᾽ ὅσα ἂν καὶ ἐκείνοις ἀρέσῃ ποιήσειν ὑπέσχετο, καὶ υἱὸς καὶ τρόφιμος αὐτῶν λέγων [2] εἶναι. ἦγε δὲ πέμπτον καὶ εἰκοστὸν ἔτος, ἡμερῶν τεσσάρων καὶ μηνῶν πέντε ἐπιδέον. 1 ἔπειτα τοὺς ἐν τῷ δεσμωτηρίῳ ὄντας ἀπέλυσεν, ὧν εἷς ἦν Κύιντος Πομπώνιος ἑπτὰ ὅλοις ἔτεσιν ἐν τῷ [p. 276] οἰκήματι μεθ᾽ ὑπατείαν κακωθείς: τά τε ἐγκλήματα τῆς ἀσεβείας, οἷσπερ καὶ τὰ μάλιστα [3] πονουμένους σφᾶς ἑώρα, κατέλυσε, καὶ τὰ γράμματα τὰ περὶ αὐτῶν, ὅσα Τιβέριος κατελελοίπει, συννήσας, ὥς γε ἐσκήπτετο, κατέκαυσεν, εἰπὼν ὅτιτοῦτ᾽ ἐποίησα ἵνα μηδ᾽ ἂν πάνυ ἐθελήσω ποτὲ διά τε τὴν μητέρα καὶ διὰ τοὺς ἀδελφοὺς μνησικακῆσαί τινι, δυνηθῶ αὐτὸν τιμωρήσασθαι.’ [4] ἐπαινούμενός τε ἐπὶ τούτοις, ἐπειδὴ καὶ ἠλπίζετο παντὸς μᾶλλον ἀληθεύσειν ἅτε μηδὲν διπλοῦν ὑπὸ τῆς νεότητος φρονεῖν λέγειν δύνασθαι νομιζόμενος, προσεπηύξησε τὰς ἐλπίδας αὐτῶν τά τε Κρόνια ἐπὶ πέντε ἡμέρας ἑορτάζεσθαι κελεύσας, καὶ ὀβολὸν παρ᾽ ἑκάστου τῶν τὸ σιτηρέσιον φερόντων, ἀντὶ τῆς δραχμῆς ἣν ἐς εἰκόνων ποίησιν ἐδίδοσαν αὐτῷ, λαβών. [5] ἐψηφίσθη μὲν οὖν καὶ παραχρῆμα αὐτὸν ὑπατεῦσαι, καταλυθέντων τοῦ τε Πρόκλου καὶ τοῦ Νιγρίνου τῶν τότε ἀρχόντων, καὶ μετὰ τοῦτο κατ᾽ ἔτος ὑπατεύειν: οὐ μὴν καὶ προσεδέξατο αὐτά, ἀλλ᾽ ἐπειδὴ ἐκεῖνοι τὸν ἕκμηνον ἐς ὃν ἀπεδεδείχατο διῆρξαν, οὕτω δὴ καὶ αὐτὸς ὑπάτευσε, [6] τὸν Κλαύδιον τὸν θεῖον προσλαβών: οὗτος γὰρ ἔν τε τοῖς ἱππεῦσι μέχρι τότε ἐξεταζόμενος, καὶ πρεσβευτὴς πρὸς τὸν Γάιον μετὰ τὸν τοῦ Τιβερίου θάνατον ὑπὲρ τῆς ἱππάδος πεμφθείς, τότε πρῶτον, [p. 278] καίπερ ἓξ καὶ τεσσαράκοντα ἔτη βεβιωκώς, καὶ [7] ὑπάτευσεν ἅμα καὶ ἐβούλευσεν. δ᾽ οὖν Γάιος ταῦτά τε ἐπιεικῶς ποιῆσαι ἔδοξε, καὶ τοιαῦτα ἐπιβὰς τῆς ὑπατείας ἐν τῷ βουλευτηρίῳ ἐδημηγόρησε, τοῦ τε Τιβερίου καθ᾽ ἕκαστον ὧν ᾐτιάζετο κατατρέχων καὶ περὶ ἑαυτοῦ πολλὰ ἐπαγγελλόμενος, ὥστε τὴν γερουσίαν, φοβηθεῖσαν μὴ μεταβάληται, 2 δόγμα ποιῆσαι κατ᾽ ἔτος αὐτὰ ἀναγιγνώσκεσθαι. ”

1 e)pide/on Bs., e)pide/wn M, a)pode/on Xiph.

2 metaba/lhtai Xiph., metaba/llhtai M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: