previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. ταῦτά τε οὖν ἐπιεικῶς ἔπραττε, καὶ τῶν ὑπάτων ἐν τῷ συνεδρίῳ καταβάντων ποτὲ ἀπὸ τῶν δίφρων ἵνα διαλεχθῶς1῾̣̣̓ν αὐτῷ, προσεξανέστη τε καὶ ἀντιπροσῆλθέ σφισιν, ἐπεὶ ἔν γε τῇ Νέᾳ πόλει 1 [2] καὶ παντάπασιν ἰδιωτικῶς ἔζη: τά τε γὰρ ἄλλα ἑλληνικῶς καὶ αὐτὸς καὶ οἱ συνόντες οἱ διῃτᾶτο, καὶ ἐν μὲν ταῖς τῆς μουσικῆς θεωρίαις ἱμάτιον καὶ κρηπῖδας, ἐν δὲ δὴ τῷ γυμνικῷ ἀγῶνι πορφυρίδα [3] καὶ στέφανον χρυσοῦν ἐλάμβανε. καὶ μέντοι καὶ περὶ τὰ χρήματα θαυμαστὸς ἐγενετο. ἀπηγόρευσε μὲν γὰρ ἀργύριόν οἱ, 2 ὅπερ ἐπί τε τοῦ Αὐγούστου καὶ ἐπὶ τοῦ Γαΐου ἐγίγνετο, προσφέρειν, ἀπεῖπε [p. 382] δὲ μηδὲ κληρονόμον αὐτόν, ὅστις ἂν συγγενεῖς ὁποιουσδήποτε αὐτὸς ἔχῃ, καταλείπειν, καὶ 3 τῶν προδημευθέντων 4 ἐπί τε τοῦ Τιβερίου καὶ ἐπὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς τοῖς ἔτι περιοῦσι τὰ δὲ τοῖς τέκνοις αὐτῶν ἀπέδωκεν. [4] εἰθισμένου τε, 5 εἰ καὶ ὁτιοῦν περὶ τὰς πανηγύρεις ἔξω τοῦ νενομισμένου πραχθείη, 6 αὖθις αὐτάς, καθάπερ εἴρηταί μοι, γίγνεσθαι, καὶ πολλάκις τούτου 7 καὶ τρίτον καὶ τέταρτον πέμπτον τε, καὶ δέκατον ἔστιν ὅτε, τὸ μέν τι κατὰ τύχην τὸ δὲ δὴ πλεῖστον ἐκ παρασκευῆς τῶν ὠφελουμένων ἀπ᾽ [5] αὐτοῦ, συμβαίνοντος, νόμῳ μὲν ἔταξε μίαν ἡμέραν τοὺς ἀγῶνας τῶν ἵππων δεύτερον γίγνεσθαι, ἔργῳ δὲ καὶ τοῦτο ὡς πλήθει ἐπέσχεν: οὐδὲν γάρ τι ῥᾳδίως, ἅτε μηδὲν μέγα ἀποκερδαίνοντες, οἱ τεχνώμενοι αὐτὸ ἐπλημμέλουν. [6] τούς τε Ἰουδαίους πλεονάσαντας αὖθις, ὥστε χαλεπῶς ἂν ἄνευ ταραχῆς ὑπὸ τοῦ ὄχλου σφῶν τῆς πόλεως εἰρχθῆναι, οὐκ ἐξήλασε μέν, τῷ δὲ δὴ πατρίῳ βίῳ χρωμένους ἐκέλευσε μὴ συναθροίζεσθαι. τάς τε ἑταιρείας ἐπαναχθείσας ὑπὸ τοῦ [7] Γαΐου διέλυσε. καὶ ὁρῶν μηδὲν ὄφελος ὂν ἀπαγορεύεσθαί τινα τῷ πλήθει μὴ ποιεῖν, ἂν μὴ καὶ καθ᾽ ἡμέραν αὐτῶν βίος μεταρρυθμισθῆ, τά τε καπηλεῖα ἐς συνιόντες ἔπινον κατέλυσε, καὶ προσέταξε μήτε κρέας που ἑφθὸν μήθ᾽ ὕδωρ [p. 384] θερμὸν πιπράσκεσθαι, καί τινας ἐπὶ τούτῳ μὴ πειθαρχήσαντας ἐκόλασεν. [8] ἀπέδωκε μὲν οὖν καὶ ταῖς πόλεσι τοὺς ἀνδριάντας οὓς Γάιος ἐξ αὐτῶν μετεπέπεμπτο, ἀπέδωκε δὲ καὶ τοῖς Διοσκόροις 8 τὸν νεὼν τῷ τε Πομπηίῳ τὴν τοῦ θεάτρου μνήμην: καὶ αὐτῷ καὶ τὸ τοῦ Τιβερίου ὄνομα ἐν τῇ σκηνῇ προσθεὶς ἔγραψεν, ἐπειδὴ καυθεῖσαν αὐτὴν ἀνῳκοδομήκει. [9] τὸ γὰρ ἑαυτοῦ ἐκείνῃ μέν, οὐχ ὅτι κατεσκεύασεν ἀλλ᾽ ὅτι 9 καθιέρωσεν αὐτήν, ἄλλῳ δὲ οὐδενὶ ἐνεκόλαψεν. οὐ μὴν οὐδὲ τῇ στολῇ τῇ ἐπινικίῳ παρὰ πᾶσαν τὴν πανήγυριν, καίτοι ψηφισθέν, ἐχρήσατο, ἀλλ᾽ ἔθυσεν 10 ἐν αὐτῇ μόνον, τὰ δὲ ἄλλα ἐν τῷ περιπορφύρῳ ἱματίῳ διῴκησεν. ”

1 *ne/a| po/lei Bk., neapolei M.

2 oi( supplied by Bk.

3 au)to\s e)/xh| katalei/pein kai\ Bs. (comparing Zon.: a)pei=pe de\ mhde\ klhrono/mos para/ tinos suggenei=s e)/xontos katalimpa/nesqai), au)tw=| katalei/pein M.

4 prodhmeuqe/ntwn Zon., promuqeuqe/ntwn M.

5 ei)qisme/nou te Canter, oi(=s me\n ou)/te M.

6 praxqei/h Leuncl., praxqe\n M.

7 tou/tou Leuncl., tou=to M.

8 *diosko/rois Bk., dioskou/rois M.

9 o(/ti Rk., o(/ti kai\ M.

10 e)/qusen Bk., eu)qu\s M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: