previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. ἐθισθεὶς δ᾽ οὖν αἵματος καὶ φόνων ἀναπίμπλασθαι προπετέστερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιοι δὲ τούτου οἵ τε Καισάρειοι 1 καὶ Μεσσαλῖνα ἐγένοντο: ὁπότε γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, κἀκ τούτου πάνθ᾽ ὅσα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. [2] καὶ πολλάκις γε 2 ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοῦ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ἔπειτα ἀνενεγκὼν καὶ ἀναφρονήσας ἐπεζήτει τε αὐτόν, καὶ μαθὼν τὸ γεγονὸς ἐλυπεῖτό τε καὶ μετεγίγνωσκεν. ἤρξατο δὲ τῶν φόνων [3] τούτων ἀπὸ Γαΐου Ἀππίου Σιλανοῦ. τοῦτον γὰρ εὐγενέστατόν τε ὄντα καὶ τῆς Ἰβηρίας τότε ἄρχοντα μεταπεμψάμενος ὥς τι αὐτοῦ δεόμενος, καὶ τήν τε μητέρα οἱ τὴν τῆς Μεσσαλίνης [p. 402] συνοικίσας, καὶ αὐτὸν ἔν τε τοῖς φιλτάτοις καὶ ἐν τοῖς συγγενεστάτοις χρόνον τινὰ τιμήσας, ἔπειτ᾽ ἐξαίφνης ἔσφαξεν, ὅτι τῇ τε Μεσσαλίνῃ προσέκρουσεν οὐκ ἐθελήσας αὐτῇ συγγενέσθαι πορνικωτάτῃ τε καὶ ἀσελγεστάτῃ οὔσῃ, καὶ τῷ Ναρκίσσῳ τῷ ἀπελευθέρῳ αὐτοῦ δι᾽ ἐκείνην. [4] καὶ οὐ γὰρ εἶχον οὔτ᾽ ἀληθὲς οὔτε πιθανόν τι κατ᾽ αὐτοῦ εἰπεῖν, συνέπλασεν ὄναρ Νάρκισσος ὡς σφαττόμενον τὸν Κλαύδιον ὑπὸ τοῦ Σιλανοῦ αὐτοχειρίᾳ ἰδών, καὶ αὐτός τε εὐθὺς ὑπὸ τὴν ἕω ἐν τῇ εὐνῇ οἱ ἔτ᾽ ὄντι ὑπότρομος διηγήσατο, καὶ Μεσσαλῖνα παραλαβοῦσα ἐδείνωσε. ”

1 *kaisa/reioi cod. Peir., kaisa/rioi M.

2 ge Xiph., te M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: