Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ οἰκείους πρὸς οἰκείους καὶ
γνωρίμους πρὸς γνωρίμους τάττειν
Φρονίμου δὲ στρατηγοῦ καὶ τὸ τάττειν ἀδελφοὺς
παῤ ἀδελφοῖς, φίλους παρὰ φίλοις, ἐραστὰς
παρὰ παιδικοῖς: ὅταν γὰρ ᾖ τὸ κινδυνεῦον τὸ
πλησίον προσφιλέστερον, ἀνάγκη τὸν ἀγαπῶντα
φιλοκινδυνότερον ὑπὲρ τοῦ πέλας ἀγωνίζεσθαι:
καὶ δή τις αἰδούμενος μὴ ἀποδοῦναι χάριν ὧν
εὖ πέπονθεν αἰσχύνεται καταλιπὼν τὸν εὐεργετήσαντα
πρῶτος αὐτὸς ἄρξαι φυγῆς.