previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

α. Πότε δεῖ φόβον ἐμβάλλειν τῷ στρατεύματι τῷ ἰδίῳ τὸν ἀπὸ τῶν ἐναντίων Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτ̓ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν: οὐ γὰρ δειλοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς: ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι: τοὺς μὲν γὰρ δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προμηθεῖς. [p. 440] [2] ἀμφότερα δὲ συμβαίνει στρατοπέδοις, καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν ὥστε μηδὲν φυλάττεσθαι: πρὸς ἑκάτερον δὲ δεῖ τὸν στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, πότε δεῖ τἀντίπαλα ταπεινὰ καὶ λόγῳ καὶ σχήματι ποιεῖν, καὶ πότ̓ αὐτὰ δεινὰ καὶ φοβερώτερα. β. Περὶ τὸ θαρρύνειν τὸ δεδιὸς στράτευμα [3] Μελλούσης δὲ μάχης, ὅτε ἄδηλον ἔχοντα τὰ στρατεύματα τὴν κρίσιν τοῦ πολέμου διατετάρακται τῷ φόβῳ, δυνηθείς πῃ λαβεῖν αἰχμαλώτους στρατηγὸς ἀπὸ ἐνέδρας διακροβολισάμενος καὶ ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς, εἰ μέν τινας γενναίους τοῖς φρονήμασι καὶ τοῖς σώμασι καταμάθοι, τούτους ἀποκτεινάτω παραχρῆμα λαβὼν δήσας παραδότω τοῖς ἐπὶ ταῦτα τεταγμένοις φυλάττειν κελεύσας, ὅπως μὴ πολλοὶ θεάσωνται τοὺς ἄνδρας, εἰ δὲ ἀσθενεῖς καὶ ἀγεννεῖς καὶ μικροψύχους, ἔτι καὶ προαπειλήσας σφίσιν ἐπὶ τῆς ἰδίας σκηνῆς καὶ προδουλώσας σφῶν τῷ φόβῳ τὰς ψυχὰς εἰς τὰ πλήθη προαγέτω δακρύοντας καὶ δεομένους, ἅμα λέγων καὶ ἐνδεικνύμενος τοῖς στρατιώταις, [p. 442] ὡς ἀγεννεῖς καὶ ταπεινοὶ καὶ οὐδενὸς ἄξιοι, καὶ ὡς πρὸς τοιούτους ἐστὶν ἄνδρας αὐτοῖς μάχη δεδιότας οὕτως τὸν θάνατον, ἁπτομένους γονάτων καὶ προκυλιομένους τῶν ἑκάστου ποδῶν. [4] ἐπαναθαρρεῖ γὰρ ἐπὶ τούτοις στρατὸς ἤδη προκατανενοηκὼς τῶν πολεμίων ὄψεις τε καὶ πάθη ψυχῆς: ἀεὶ γάρ, μηδέπω τις ἑώρακεν, ἐλπίζει μεῖζον γενήσεσθαι τῆς ἀληθείας, ἔτι καὶ τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: