Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
καίτοι ἐγὼ τότ᾽ αὐτὸς γνοὺς τὰς ἐμαυτοῦ συμφοράς, ᾧ τινι κακῶν τε καὶ αἰσχρῶν οὐκ οἶδ᾽ εἴ τι ἀπεγένετο, τὰ μὲν παρανοίᾳ τῇ ἐμαυτοῦ, τὰ δ᾽ ἀνάγκῃ τῶν παρόντων πραγμάτων, ἔγνων ἥδιστον εἶναι πράττειν τε τοιαῦτα καὶ διαιτᾶσθαι ἐκεῖ, ὅπου ἥκιστα μέλλοιμι ὀφθήσεσθαι ὑφ᾽ ὑμῶν. ἐπειδὴ δὲ χρόνῳ ὕστερον1 εἰσῆλθέ μοι, ὥσπερ εἰκός, ἐπιθυμία τῆς τε μεθ᾽ ὑμῶν πολιτείας ἐκείνης καὶ διαίτης, ἐξ ἧς δευρὶ μετέστην, ἔγνων λυσιτελεῖν μοι ἢ τοῦ βίου ἀπηλλάχθαι, ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι τοσοῦτον ἐργάσασθαι, ὥστε ὑμῶν ἑκόντων εἶναί ποτέ μοι πολιτεύσασθαι μεθ᾽ ὑμῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.